Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος · κύριος διαφυλάξαι αὐτὸν, καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρόν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν [*](9 Jo. 8, 40. 24 Ps. 40, 1.)

v.3.p.623
με, ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἶ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.

κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι. λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ, μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι ; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν σὺ δὲ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.”

Ἐπειδὴ τινες ὑπειλήφασιν τὴν βίβλον τῶν Ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι’ αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο Ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ, εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους.

τὸ τηνικαῦτα γὰρ εἶς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ Ψαλμοὺς θείῳ πνεύματι προσεφώνησε.

τί δὴ οὑν περιέχουσιν οἶ Ψαλμοί; προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσι μετὰ τὴν πρόρ· ῥῆσιν.

λέγει δ’ οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπι- [*](25 1 Par. 16, 4.)

v.3.p.624
γεγραμμένος συνέσεως τῷ Ἀσὰφ ‟ ἱνατί ἀπώσω θεὸς εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς, ἐλυτρώσω ῥάβδον κληρονομίας σου. ὄρος Σιῶν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ, ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου, καὶ ἐνεκαυχήσαντο οἶ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.

ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπεράνω. ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.” ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός.

καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων τάδε περιέχει ‟ ὁ θεὸς εἰδήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. ἔθεντο Ἰερουσαλημ ὡς ὀπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.”

τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου Ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβὶδ πρὸ τοῦ τὸν ναὸν ἱπὸ Σολομῶνος κατασκευασθῆναι · τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἣ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου.

ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρη- [*](1 Ps. 1. 1. 17 Ps. 7)

v.3.p.625
μένοις Ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους, τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα, μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνήρει, ποικίλαις προαικιζόμενος τιμωρίαις.

εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρὸν καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου Ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον ‟ καὶ προσἐπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια.”

καὶ ἑξῆς ἐπιλέγει ‟ καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν · καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἐξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὅν ἔγραψεν, ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.”

τούτων οὕτω προρρηθέντων καὶ ἀποτελεσθέντων οὐ θαυμαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς, ἇπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ [*](14 1 Macc. 7, 12.)

v.3.p.626
καὶ φῶς ἀληθινὸν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτη- μένος, δι’ ἡμᾶς ἐπτώχευσε σάρκα λαβὼν, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθεὶς, μορφήν τε δούλου καὶ πένητος ἀνειληφὼς, καὶ μάλιστα καθ’ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ Ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ Ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιεὶς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης εἶθ’ ἐξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι’ ημᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται ‟ ἐγὼ εἶπα, κύριε ἐλέησόν με.” ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ Ψαλμῷ θεσπίζεται αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει.

ἱστορεῖ γὰρ ὅτι ‟ λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὑτοῦ εἶπεν, ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον. ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.”

ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ’ ἢ τὴν τοῦ μετὰ χεῖρας Ψαλμοῦ, ἐν ᾧ εἴρηται ‟ καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήν.ης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν; ” φησὶν οὖν ἀρχόμενος‘ ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,” καὶ δι’ ὅλου τοῦ Ψαλμοῦ·

ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον ‟ ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με, ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, οἶ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακὰ, πότε ἀποθάνῃ, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροι- [*](14 Jo. 13, 4.)

v.3.p.627
ζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι.

λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου ἀκολούθως, σὺ δὲ κύριε οἴκτειρόν με, καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος.”

ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. πρῶτον οὑν περὶ τοῦ δοκεῖν ὑπεμφαίνειν ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ “ ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,” τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ “ ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι.’ καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας.

διὸ λέλεκται “ καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν” καὶ “ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει.”

γέγονε γοῦν ὑπὲρ ἡμῶν κατάρα ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὃν καὶ μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὑτὸν, “ ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.” ἀλλ’ ἐπεὶ καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, εἰκότως προφέρεται τὰ ἐκκείμενα