Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ’ ἡμῶν χώραν ἔχειν δεῖ λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελιακῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτὸ, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίσων.

μάλιστα δ’ οὖν τούτοις ἀναγκαίως τανῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων, ἀλλ’ ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν, καὶ τὴν κατὰ θεὸν παίδευσιν, τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι ε'ὐηρέστησεν ‘ Ενὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τ·ῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης.

καὶ Νῶε δὲ ἂνθρω- [*](28 Gen. 5, 22.)

v.3.p.62
πος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἀπάντων φθορᾷ διασωθεὶς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ ‘ Ισαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στήσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ ‘ Ιωσὴφ, καὶ ταῦτα παρ’ Αἰγυπτίοις τἀς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατὴρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος.

καὶ αὐτός γε Μώσης ὅ τε τούτου ἀδελφὸς ‘ Ααρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγεννημένους.

τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ’ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.

ζητουμένης δὲ τῆς κατὰ τὸν ‘ Αβραὰμ καὶ ‘ Ιακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἶς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ ·τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι μιᾶς γυναικὸς ἄνδρα.

πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὃσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λό- [*](25 1 Tim. 3, 2.)

v.3.p.63
γος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κη- ρύττων, ὅτι δὴ “ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαν- τος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ” ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.

Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. οὐχ ὡς παρ’ Ἕλλησιν ἐνομίζετο καὶ τοῖς ‘Εβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου.

οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων, μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ’ ἡλίῳ μὲν καὶ τοῖς κατ’ οὐρανὸν ἄστροις χλόην καὶ οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀραμένους πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοῖς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐδαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογικῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς ἐνυπαρχούσης.

ἀλλ’ ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν ’ ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ.

λέγει δ’ οὖν “ καὶ ἐγένετο μεθ’ ἡμέρας ἤνεγκε [*](2 Hebr. 13, 4. 11 Porphyr. ap. Euseb. Pr. Ev. p. 28 (1. 29 Gen, 4, 3.)

v.3.p.64
Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.”

ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι.

Τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα, οὐδ’ ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ’ ἐπίπνοιαν ὑποβεβλημένον. ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεηάλης αὐτοῖς θεραπείας δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, μάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο.

ἔπειτα μηδὲν κρεῖττον καὶ τιμιώτερον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ’ ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ τῶν ἀνθρώτων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ’ ἄλλο τι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς, ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ.

v.3.p.65

τοῦτο δὲ αὐτὸ Μώσης λευκότατά που διασαφεῖ, λέγων “ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραὴλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα.”

Πρόσσχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἲρηται τὸ “ ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται. σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι.

πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ’ οὖν ἐφ’ ἑχάστῳ” προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου. ”

Καὶ οὕτως ἐφ’ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι’ ὧν ὁ λόγος παρίστησιν ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα · ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτόν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ [*](20 Levit, 17, 11. 20 Levit. 3, 1.)

v.3.p.66
φυτοῖς παραπληςίαν.

ἑνὶ δ’ οὖν λόγῳ πάλιν ὁ Μωςῆς φησι τὸν θεὸν εἰπεῖν “ βλαστηςάτω ἡ γὴ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον. ” καὶ αὖθις παραπληςίως “ ἐξαγαγίτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. ”