Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
κκί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σω- τηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, ’ Ελλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.
Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μώσεως θεοφιλεῖς ἂνσρας τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμὲν, μίαν τε ἡμῶν τε κἀ- κείνων εὐσέβειαν, καὶ θεοῦ γνῶσιν τὴν αὐτὴν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδὴν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος.
καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν, ὥς τι τῶν ἀνοσίων, ἀπηγόρευται. δύο γὰρ μόνα ταῦτα οὐ σμικρὸν ἔχοντα λόγον δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον.