Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐκοῦν ἀποστάντες ἡμεῖς Ἑλληνισμοῦ οὐκ ἐπὶ Ἰουδαϊσμὸν καταπεπτώκαμεν οὐδὲ, ἀποδεχόμενοι τὸν Μώσεως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.

κἀν τούτῳ γὰρ Μωσἐα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι, καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·

ὃς προειπὼν ὅτι προφήτην ἀναστήσει κύριος ὁ θεὸς ὅμοιον αὐτῷ ἐπιλέγει “ πάσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτίκα αὐτίκα Ἰουδαῖοι μὴ παραδεξάμενοι τὸν προφήτην, μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον, ἀκόλουθα τῇ προρρήσει πεπονθότες.