Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται “ λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη [*](20 Es. 28, 16. 29 Ps. 118, 22.)

v.3.p.55
εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.”

Ἒνθσ σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλὴν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων, γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν· πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν γενήσεσθαι εἰς κεφαλὴν γωνίας, ἀρχηγὸν κατα- στάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδο- θείσαις θεωρίαις.

οὐκοῦν ἀποστάντες ἡμεῖς Ἑλληνισμοῦ οὐκ ἐπὶ Ἰουδαϊσμὸν καταπεπτώκαμεν οὐδὲ, ἀποδεχόμενοι τὸν Μώσεως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.

κἀν τούτῳ γὰρ Μωσἐα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι, καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·