Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ὠ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μώσεως νόμος ἀφ’ ἑνὸς γένους ἀν- θρώπων ἀρξάμενος πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺ ’ς ὑπακούοντας ἀπαλλάττων ’ ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ’ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες.
καὶ πάλιν· ὁ μὲν Μώσεως νόμος ἐφ’ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γω- νίᾳ γῆς, οὐδ’ ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω.
καὶ πάλιν ’ ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων σφαγαῖς λιβανωτοῦ τε καὶ πυρὸς καί τινων ἂλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὂργια διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ’ ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω.
καὶ πάλιν· Μώσης μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ’ ὀργῆς ἐνέχεσθαι
καὶ πάλιν· ὁ μὲν ἔλεγεν “ οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου ’ ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.’
καὶ πάλιν· ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
καὶ τῷ θέ- λοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.
καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθροὺς, ἐγὼ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ, καὶ προσεύ- χεσθαι ὑπὲρ τῶν διωκόντων, ὃπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνα- τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δι- καίους καὶ ἀδίκους.
καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑπο- βεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας.
καὶ ἐφ’ ἅπασιν ὁ μὲν γῆν ῥέουσαν γάλα [*](7 Matth. 5, 33.)
Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνε- τειλάμην ὑμῖν. ”
ἃ καὶ πᾶσιν ἀνθρώποις Ἓλλησί τε καὶ βαρβάροις φυλάττειν παραδιδοὺς σαφῶς τί ποτέ ἐστιν ὁ Χριστιανισμὸς ἐξέφηνεν, τίνες θ’ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανά- ρετον πολιτείαν καθ’ ὅλου τοῦ κόσμου συστησάμενος, ὥστε τοιαῦτα μανθάνειν καὶ φιλοσοφεῖν μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας καὶ δούλους ἅμα δεσπόταις.
καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μώσεως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ κ’ αἰ αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.
[*](7 Matth. 28, 19.)Νυνὶ δὲ πάντα κατὰ τὸν Μώσεως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μώσεως οὐκ ἀλλότρια οὐδ’ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, , ἀλλὰ πληρῶσαι.”
Εἰ μὲν γὰρ παραβάτης τοὐ Μώσεως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μώσεως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μώσεως καὶ τῶν προφητῶν κατηγγελμένος ; πῶς δ’ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.
νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ’ αὐτῶν γενόμενος, καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν [*](12 Matth. 5, 17. 29 1. Tim, 2, 4.)
ἀδύνατον δὲ πᾶσι δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαν- τᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μώσεως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν, αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία, ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἂν.
ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσι φυλάττειν, εἰκότως μηδὲν τούτων δι’ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν, ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια διὰ τῶν οἰκείων μαθητῶν προβέβληπαραγγέλματα τᾶι.
ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδὲ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἄσμενοι κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. ὁ δέ γε σωτὴρ καὶ διδασκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν.
ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔ ἒλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δή που καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι. οἷον . ὡς [*](4 Rom. 8, 3.)