Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τίς δ’ ἂν εἴη ὁ ἐκ Σιῶν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μώσεως ἐν τῷ Σινᾶ ὄρει νενομοθετημένου, ἀλλ’ ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιῶν προεληλυθὼς, καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιῶν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκο- λούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μα- θητὰς πεποίητο φήσας πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”

Τίνα δὲ ταῦτα ἦν ἀλλ’ ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔχειν ἀποδέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου.

Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μώσεως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης οὕτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδα- μόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι [*](15 Matth. 28, 19.)

v.3.p.29
μέλλοντας, μήτ’ ἀπὸ χώρας μήτ’ ἀπὸ γένους μήτ’ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον.

τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μώσεως εὐσέβειαν ἀνα- νεούμενος, καθ’ ἣν ὁ θεοφιλὴς ‘ Αβραὰμ καὶ οἶ τού- του προπάτορες δείκνυνται πεπολιτευμένοι.

εἰγοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἴνα καὶ τὸν αὐτὸν εὑρήσεις.

ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ’ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαν- τες, ἐφ’ ἔνα τὸν ἀνωτάτω θεὸν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ἑαυτοὺς ἀνήγαγον.

ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μώσης ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν ‘ Αβραὰμ ἀναγράφων φάσκοντα ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν.”