Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα [*](3 Deut. 27, 26. 12 Levit. 4, 28. 30 Levit. 5, 1.)

v.3.p.21
“ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.”

Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;

καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.”

Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;

ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοπιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.

καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ‘ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ [*](6 Levit. 5, 2. 27 Levit. 5, 15.)

v.3.p.22
τῶ κυρίῳ. οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπω δηλαδὴ τῷ ἐξειλεγμένῳ.”

Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων “ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”

Ἤδη δὲ ἕβδομόν φησι ‘ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον.”

Ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ.

Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— [*](10 Levit. 6, 2.)

v.3.p.23
σιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων.