Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσε- βείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγ- κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι, κλῆσίν τε μαθη- τῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν.

ναὶ so μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας ἀρχόντων τε ἐπαναστάσεις, διδασκά- διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια-

v.3.p.4
βολὰς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν 5 ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.

ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς δι’ ὧν προειλήφασι τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἕνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δεντέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.

ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαικακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιροὺς παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἶ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, κισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν

v.3.p.5
παῦλα οὐδέ τις ἀνάπνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασὶ, δῆλα, εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.

οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς βολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγὴν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγὴν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτὴν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.

τοσούτων διὰ τῶν καθ’ Eβραίους θεολόγων ἀναπεφτονημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειρ τῶν ἀνδρῶν; τίς δ’ οὐχὶ τῆς κατ’ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ’ ἐν δεινό-

v.3.p.6
τητι λόγων, ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν ;

οἶ γοῦν τὰ μακροῖς αἰῶσιν ὕστερον εἰς φῶς ἐλ- θοντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ άνθρω- πίνῳ, θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι, πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρ- τυρίαις ἀκολούθως· ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι, μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.