De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

εἶθ᾿ ὁ μὲν τοῦ δεσπότου φονεὺς τοῖς θηρσὶ παραβληθεὶς ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο, μονονουχὶ κατ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν. βοαῖς δ᾿ ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο θέατρον, ὡσὰν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου, τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου.

ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ᾿ ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ᾿ ἡδονῆς, ὅσα δ᾿ ἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι.

καὶ τοῦτ᾿ εἰπὼν ἅμα λόγῳ τοὔργον ἐπάγει, δρομαῖος ἄντικρυς ἀπολυθείσῃ κατ᾿ αὐτοῦ ἄρκτῳ ὑπαντιάσας, ταύτῃ. τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βορὰν, μεθ᾿ ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον αἴρεται. μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέ ραν τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταποντοῦται. τοιοῦτο καὶ τὸ τοῦ Ἀγαπίου μαρτύριον.

Ἤδη δὲ καὶ εἰς πέμπτον ἔτος τοῦ διωγμοῦ παραταθέντος, μηνὸς δευτέρᾳ Ξανθικοῦ, ἥτις ἐστὶ πρὸ τεσσάρων Νώνων Ἀπριλλίων, ἐν αὐτῇ κυριακῇ ἡμέρᾳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον, οὐδ᾿ ὅλως ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσι, πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν ὁμοῦ φιλοφρονουμένη, καὶ οἷα εἰκὸς ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομένους παρακαλοῦσα.

τοῦτο δὲ πράξα-

v.4.p.396
σαν ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. αὐτίκα δ’ οὗτος ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος δειναῖς καὶ φρικτοτάταις βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος. ἔμπνουν ἔτ’ αὐτὴν, ὅμως δ’ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ’ ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς προστάττει. τοῖς κατὰ Φαίνω τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν.

ἐπὶ τούτοις, Δίου μηνὸς πέμπτῃ, κατὰ δὲ Ῥωμαίους Νώναις ἐπὶ τῆς αὐτῆς πόλεως τοὺς ἀμφὶ Σιλβανὸν, ἔτι δὴ τότε ὄντα πρεσβύτερον ὁμολογήσαντα, ὃν οὐκ εἰς μακρὸν ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσι πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς ἀχρειωθῆναι προστάξας.

ἅμα δὲ τῇ κατὰ τούτων ἀποφάσει ἄνδρα μυρίαις ἄλλαις ὁμολογίαις διαπρέψαντα, Δομνῖνος ἦν οὗτος, ὁ διὰ περιττὴν ἐλευθερίαν τοῖς κατὰ Παλαιστίνην ἅπασι γνωριμώτατος, τῇ διὰ πυρὸς ἐκδίδωσι κολάσει· μεθ’ ὃν ὁ αὐτὸς δικαστὴς, δεινὸς ἐπινοητής τις ὢν κακίας, καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργὸς, τὰς μηδ’ ἀκουσθείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας, καὶ τρεῖς μὲν εἰς τὸ μονομαχεῖν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον δὲ, σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ’ αὗ πάλιν τελείων ἀνδρῶν φέροντας ἡλικίαν εἰς εὐνούχους ἐκτεμὼν τοῖς αὐτοῖς

v.4.p.397
κατακρίνει μετάλλοις, ἑτέρους δ’ αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν, ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ γοῦν ποθεινότατος ἑταίρων Πάμφιλος ἦν, τῶν καθ’ ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος.

τούτου τὴν ἐν ῥητορικοῖς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβὼν, εἶθ’ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ’ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἐώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι προστάττει βασάνοις.

καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν αὐτοῦ δι’ ἐπιμόνων καὶ φιλονείκων ξυστήρων ὁ θηριωδέστατος μονονουχὶ ἐμφορηθεὶς, αἰσχύνην γε μὴν ἐπὶ πᾶσι καταχεάμενος, τοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ αὐτὸν ὁμολογηταῖς καταλέγει.

ἐπὶ δὲ τῇ κατὰ τῶν ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι’ ὧν εὐθὺς καὶ οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ’ ὑψηλοῦ βήματος δικάζοντα, καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους. ὅλου τε τοῦ στρατιωτικοῦ ἔθνους ἐπάρχοντα, ὁμοδίαιτόν τε οἷα φίλτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ τυράννῳ καθεστῶτα, διὰ μιᾶς γυμνώσασα νυκτὸς, καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα, ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡσὰν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα, δειλόν τε καὶ ἄνανδρον, γυναικώδεις τε προι·έμενον φωνὰς καὶ ἱκεσίας ὅλω τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ’ ᾧ τὸ πρὶν γαυριῶν

v.4.p.398
ἐφρυάττετο, ὡσὰν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ᾿ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ᾿ αὐτῆς τῆς Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ᾿ αὐτοῦ ψῆφον ἐξενεγκεῖν, μετὰ πολλὴν τὴν ἐφ᾿ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην.

ἀλλὰ τοῦτο μὲν ὁδοῦ πάρεργον ἡμῖν εἰρήσθω· γένοιτο δ᾿ ἂν προσήκων καιρὸς, ἐν ᾧ τῶν δυσσεβῶν, οἳ μάλιστα καθ᾿ ἡμῶν ἐστρατεύσαντο, αὐτοῦ τε τοῦ Μαξιμίνου καὶ τῶν ἀμφ᾿ αὐτὸν τὰ τέλη καὶ τῶν βίων τὰς καταστροφὰς ὁ λόγος ἡμῖν ἐπὶ σχολῆς περιλήψεται.

Καὶ εἰς ἕκτον δὲ ἔτος πνεύσαντος ἐπιμόνως τοῦ καθ᾿ ἡμῶν χειμῶνος εἶχε μὲν πρὸ τούτου τὸ καλούμενον ἐν Θηβαΐδι φερωνύμως οὗ γεννᾶται πορφυρίτου λίθου μέταλλον πλείστην ὅσην πληθὺν τῶν τῆς θεοσεβείας ὁμολογητῶν, ἐξ ὧν τρισὶ δέουσι τὸν ἀριθμὸν, ἑκατὸν ἄνδρες ἅμα γυναιξὶ καὶ κομιδῆ νηπίοις πρὸς τὸν τῆς Παλαιστίνης ἡγούμενον διαπέμπονται, οὓς τὸν τῶν ὅλων θεὸν καὶ τὸν Χριστὸν ὁμολογήσαντας, τῶν σκαιῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς νεύροις καυτῆρσιν ἀποτμηθῆναι, καὶ αὖ πάλιν τῶν ὀφθαλμῶν τοὺς δεξιοὺς πρῶτον μὲν ξίφεσιν αὐτοῖς ὑμέσι καὶ κόραις ἐκκοπῆναι, εἶτα δὲ πυρὶ διὰ καυτήρων πάμπαν εἰς ῥίζας αὐτὰς ἀχρειωθῆναι, Φιρμιλλιανὸς, ὁ τῇδε διάδοχος Οὐρβανῷ πεμφθεὶς ἡγούμενος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος προστάττει· κἄπειτα αὐτοὺς τοῖς κατὰ τὴν ἐπάρχιον μετάλλοις μόχθου καὶ κακοπαθείας ἕνεκεν ταλαιπωρεῖσθαι παραδίδωσιν.

οὐ τούτους δὲ ἄρα μόνον τὰ τηλικαῦτα παθόντας ἤρκει παραλαβεῖν ὀφθαλμοῖς, ἀλλὰ καὶ Παλαιστινῶν τοὺς ἐπὶ πυγμῇ εἰς μονομαχίας κατακεκρίσθαι μικρῷ πρόσθεν δεδηλω-

v.4.p.399
μένους, ἐπεὶ μήτε τὰς ἐκ τοῦ βασιλικοῦ ταμιείου τροφὰς μήτε μὴν τὰς ἐπιτηδείους τῇ πυγμῇ μελέτας ὑπέμενον.

ἤδη δὲ οὐκ ἐπιτρόποις αὐτὸ μόνον οἱ δηλούμενοι, ἀλλὰ καὶ αὐτῷ Μαξιμίνῳ τούτου γε ἕνεκεν παραστάντες γενναιοτάτην ἔνστασιν ὁμολογίας διὰ λιμοῦ καρτερίας καὶ μαστίγων ὑπομονῆς ἐνδειξάμενοι, τὰ ὅμοια τοῖς δηλωθεῖσι πεπόνθασι, μεθ’ ἑτέρων προστεθέντων αὐτοῖς ὁμολογητῶν αὐτῆς τῆς Καισαρείας.

ὧν κατὰ πόδας ἐπὶ τῇ τῶν θείων ἀναγνωσμάτων συγκροτήσει κατὰ τὴν Γαζαίων πόλιν ἁλόντες ἕτεροι, οἱ μὲν τὰς αὐτὰς τούτοις ὑπέμειναν κατά τε τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν πάθας, οἱ δὲ καὶ ἔτι μείζους, φοβερωτάτων κατὰ τῶν πλευρῶν ἐπειράθησαν βασάνων.

ἐξ ὧν μία τις, τὸ μὲν σῶμα γυνὴ, τὸν δὲ λογισμὸν ἄρρην, πορνείας ἀπειλὴν μὴ ἐνεγκοῦσα, εἰποῦσά τι ῥῆμα κατὰ τοῦ τυράννου, ὡσὰν οὕτως ὠμοῖς δικασταῖς τὴν ἀρχὴν ἐπιτετραφότος, πρῶτον μὲν μαστίζεται, εἶτα δὲ μετέωρος ἐπὶ τοῦ ξύλου γενομένη τὰς πλευρὰς αἰκίζεται.

ὡς δ’ ἐπιμόνως καὶ σφοδρῶς ἐκ προστάξεως τοῦ δικαστοῦ τὰς βασάνους ἐπῆγον οἶ ταύτῃ τεταγμένοι, ὑπὲρ τοὺς παρ’ Ἕλλησιν ἐκείνους μαχητὰς ἐπ’ ἐλευθερίᾳ τεθρυλημένους, μὴ βαστάσασα τὸ ἀνηλεὲς καὶ ὠμὸν καὶ ἀπάνθρωπον τῶν πραττομένων, ἄλλη τις ὁμοίως τῇ προτέρᾳ τὸν τῆς παρθενίας ἐπανῃρημένη σκοπὸν, τὸ μὲν σῶμα πάνυ γε τὸ δοκεῖν εὐτελὴς καὶ τὴν ὄψιν εὐκαταφρόνητος, ῥωμαλέα δὲ ἄλλως τὴν ψυχὴν καὶ μείζονα τοῦ σώματος τὸν λογισμὸν ἐνεστερνισμένη “καὶ μέχρι τίνος”, ἐκ μέσου τοῦ ὄχλου, ‟τὴν ἐμὴν ὠμῶς οὕτως βασανίζεις ἀδελφήν”; ἀνέκραγε πρὸς τὸν δικαστήν· ὁ δὲ πικρότερον ὑποκινηθεὶς αὐτίκα συλληφθῆναι κελεύει

v.4.p.400
τὴν ἄνθρωπον.

εἶτα σύρεται εἰς μέσον, καὶ τὸ σεβάσμιον τοὐ σωτῆρος ἐπιγραψαμένη ὄνομα πρῶτον μὲν λόγοις θύειν ἀνεπείθετο, ὡς δ’ ἠπείθει, βίᾳ πρὸς τὸν βωμὸν εἵλκετο. ἡ δὲ ἀδελφὰ ἑαυτῇ πράττουσα καὶ τῆς προτέρας ἐχομένη προθυμίας ἀτρεμεῖ, καὶ θαρσαλέῳ ποδὶ λὰξ ἐντείνει τῷ βωμῷ, καὶ τὰ εἰς αὐτὸν ἄμα τῇ ἐπικειμένῃ ἀνατρέπει πυρᾷ.

ἐφ’ ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμὸν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μονονουχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορηθῆναι γλιχόμενος.· ὡς δὲ κόρον αὐτῶ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτήν τε ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ’ ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον Οὐαλεντῖναν τοὔνομα.

τὸ ἐπὶ τούτῳ μαρτύριον πῶς ἂν κατ’ ἀξίαν διέλθοιμι, οὗ κατηξίω τᾶι ὁ τρισμακάριος Παῦλος, κατὰ μὲν τὴν αὐτὴν ταύταις ὥραν ὑπὸ μίαν ἀπόφασιν τὴν ἐπὶ θανάτῳ κριθεὶς, πρὸς αὐτῇ δὲ τῇ τελειώσει τὸν ἀποτέμνειν αὐτὸν ὅσον οὔπω μέλλοντα βραχύ τι ὥρας ἐνδοῦναι αὐτῷ ἀντιβολήσας·