De Martyribus Palaestinae (Recensio Brevior)
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.
φέρεται δὴ εἴς μέσον τὸ στάδιον σὺν καί τινι κακούργῳ. φόνῳ δὲ τοῦ δεσπότου [*](27 Matth. 10, 18.)
εἶθ᾿ ὁ μὲν τοῦ δεσπότου φονεὺς τοῖς θηρσὶ παραβληθεὶς ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο, μονονουχὶ κατ᾿ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν. βοαῖς δ᾿ ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο θέατρον, ὡσὰν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου, τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου.
ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ᾿ ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων δημιουργοῦ προθύμως καὶ μεθ᾿ ἡδονῆς, ὅσα δ᾿ ἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι.