De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

ἐπὶ τούτοις ὁ περὶ οὗ ὁ λόγος, παραχρῆμα μὲν, ὅσα εἰκὸς αὐτὸν, ὡσὰν ἐπὶ τοιούτῳ τολμήματι θηρῶν δίκην ἀγρίων πρὸς τῶν ἀμφὶ τὸν ἡγεμόνα διασπαραχθεὶς, καὶ μυρίας καθ᾿ ὅλου τοῦ σώματος πληγὰς ἀνδρειότατα ὑπομείνας, τέως μὲν αὐτίκα δεσμωτηρίῳ παραδίδοται.

ἔνθα νυχθήμερον ἄμφω τὼ πόδε ἐπὶ τοῦ βασανιστικοῦ διαταθεὶς ξύλου τῇ ἐπιούσῃ προσάγεται τῷ δικαστῇ· εἶτα θύειν ἐκβιαζομένου πᾶσαν ἐνδείκνυται πρὸς πόνους καὶ φρικτὰς ἀλγηδόνας καρτερίαν, τὰς πλευρὰς οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πλεονάκις ἄχρις ὀστέων καὶ αὐτῶν σπλάγχνων καταξανθεὶς, πληγάς τε κατὰ προσώπου καὶ αὐχένος τοσαύτας δεξάμενος, ὡς μηδ᾿ ὑπὸ τῶν εὖ καὶ ἀκριβῶς αὐτὸν πάλαι εἰδότων, διοιδήσαντα τὸ πρόσωπον, ἔτι γινώσκεσθαι.

ἀλλὰ γὰρ μηδὲ πρὸς τὰ τοσαῦτα ἐνδιδόντος, λίνοις ἐλαίῳ δεδευμένοις τὼ πόδε αὐτοῦ καλύψαντες πῦρ ὑφῆπτον ἐκ προστάξεως οἱ βασανισταὶ, ἐφ᾿ οἷς ὁποίας ἤνεγκεν ὁ μακάριος ἀλγηδόνας πάντα λόγον ὑπεραίρειν μοι δοκῶ. κα-

v.4.p.392
θίκετο γοῦν αὐτοῦ διατῆξαν τὰς σάρκας καὶ τῶν ὅστ’ ἔων τὸ πῦρ, ὡς κηροῦ δίκην λείβεσθαι καὶ ἀποστάζειν ἐκτηκομένην τὴν ἰκμάδα τοῦ σώματος.