De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Μαξιμῖνος Καῖσαρ αὐτόθεν ἐπὶ τὴν ἀρχὴν παρελθὼν ὥσπερ τῆς ἐμφύτου θεοεχθρίας αὐτοῦ καὶ δυσσεβείας τὰ σύμβολα τοῖς πᾶσιν ἐνδεικνύμενος, γεννικώτερον ἢ οἱ πρόσθεν τῷ καθ’ ἡμῶν ἐπαπεδύετο διωγμῷ.

πᾶσι δῆτα συγχύσεως οὐ μικράς ἐπῃωρημένης, καὶ ἄλλων ἄλλοσε διασπειρομένων, διαδρᾶναί τε τὸ δεινὸν ἐπιμελὲς ποιουμένων, χαλεπῆς τε τὸ πᾶν ἐπεχούσης κινήσεως, τίς ἂν ἐξαρκέσειεν ἡμίν λόγος εἰς τὴν ἐπαξίαν διήγησιν τοῦ θείου

v.4.p.389
ἔρωτος καὶ παρρησίας τῆς εἰς θεὸν ὁμολογίας τοῦ μακαρίου καὶ ὡς ἀληθῶς ἀμνοῦ ἀκάκου, μάρτυρος Ἀπφιανοῦ φημὶ, τοῦ πρὸ πυλῶν ἐπὶ θεωρίαν ἅπασι τοῖς κατὰ Καισάρειαν θαυμαστὸν παράδειγμα τῆς εἰς τὸν μόνον θεὸν εὐσεβείας προβεβλημένου;

εἰκοστὸν κόστον ἔτος οὐδέπω τοῦτο τῆς τοῦ σώματος ἡλικίας ἦν αὐτῷ. πρῶτον μὲν οὖν τῆς Ἑλλήνων παιδείας ἕνεκα κοσμικῆς ἐτύγχανε γὰρ καὶ τῶν κατὰ κόσμον εὖ μάλα πλούτῳ περιρρεομένων) τὸν πλείονα κατὰ τὴν Βηρυτὸν διατρίψας χρόνον, παράδοξον καὶ εἰπεῖν, ὡς ἐν τοιαύτῃ πόλει τῶν νεωτερικῶν ἐπιθυμιῶν ὑπεράνω γενόμενος, καὶ μήθ’ ὑπὸ ἀκμῆς τοῦ σώματος μήθ’ ὑπὸ τῆς τῶν νέων ἑταιρίας διαφθαρεὶς τὸν τρόπον σωφροσύνην ἠσπάζετο, κοσμίως καὶ σεμνῶς καὶ εὐσεβῶς κατὰ τὸν αἱροῦντα Χριστιανισμῷ λόγον διεξάγων καὶ τὸν ἑαυτοῦ παιδαγωγῶν βίον.

εἰ δὲ χρὴ μνήμην ποιησαμένους καὶ τῆς πατρίδος αὐτοῦ κοσμῆσαι καὶ ταύτην διὰ τοῦ προαχθέντος ἐξ αὐτῆς γενναίου τῆς θεοσεβείας ἀθλητοῦ, εὐλόγως αὖ καὶ τοῦτο ποιήσομεν.

εἴ τις ἄρα Παγὰς ἐπίσταται τῆς Λυκίας οὐκ ἄσημον πόλιν, ἐντεῦθεν ὁρμώμενος ὁ νεανίας, μετὰ τὴν ἐπάνοδον τῆς κατὰ τὴν Βηρυτὸν παιδείας, τοῦ πατρὸς αὐτῷ τὰ πρωτεῖα τῆς πατρίδος ἀποφερομένου, μὴ οἷός τε φέρειν τὴν ἅμα τῷ πατρὶ καὶ τοῖς τῷ γένει προσήκουσι συνουσίαν, ὅτι μηδὲ ζῆν αὐτοῖς ἐδόκει κατὰ τοὺς τῆς θεοσεβείας θεσμοὺς, πνεύματι δ’ ὥσπερ θείῳ κατεσχημένος, καὶ κατά τινα φυσικὴν, μᾶλλον δ’ ἔνθεον καὶ ἀληθῆ φιλοσοφίαν μεῖζον φρονήσας τῆς νενομισμένης τοῦ βίου δόξης, τῆς τε τῶν σωμάτων τῶν καταπτύσας ἡδυπαθείας, κρύβδην τοὺς οἱκεἰους ἀποδρὰς, καὶ μηδὲ τῶν ἐφημέρων δαπανῶν

v.4.p.390
ἐπιστραφεὶς ἐλπίδι καὶ πίστει τῇ εἰς θεὸν, ἤγετο πρὸς τοῦ θείου πνεύματος χειραγωγούμενος ἐπὶ τὴν Καισαρέων πόλιν, ἔνθα ἡτοίμαστο αὐτῷ ὁ τοῦ μαρτυρίου τῆς θεοσεβείας στέφανος.

γενόμενος δὲ ἡμῖν αὐτοῖς ἅμα, καὶ ὡς ἔνι μάλιστα τοῖς θείοις λόγοις ἐπ’ ὀλίγον συλλεξάμενος, ἀσκήσεσί τε προσηκούσαις ἐκθυμότατα παρασκευασάμενος, τέλος οἶον ἐπιδέδεικται, τίς μὲν πάλιν ἰδὼν οὐ κατεπλάγη;

τίς δ’ αὖθις ἀκοῇ παραλαβὼν οὐκ ἂν ἐνδίκως θαυμάσειε τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, καὶ πρό γε τούτων τὴν τόλμαν καὶ αὐτὸ τὸ ἐγχείρημα, ξήλου θεοσεβείας καὶ πνεύματος ὡς ἀληθῶς ὑπὲρ ἄνθρωπον παρέχοντα τεκμήρια;