De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

εἶτα πάλιν πολλάκις ἐρομένου τίς εἴη καὶ ποῖ κειμένη ἣν δὴ φράζει πόλιν, μόνων εἶναι τῶν θεοσεβῶν ταύτην ἔλεγε πατρίδα· μὴ γὰρ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι, κεῖσθαι δὲ πρὸς αὐταῖς ἀνατολαῖς καὶ πρὸς ἀνίσχοντι ἡλίῳ.

ὁ μὲν πάλιν διὰ τούτων κατὰ τὸν ἴδιον νοῦν ἐφιλοσόφει, μηδαμῶς τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων ἐπιστροφὴν ποιούμενος, ἄσαρκος δ’ ὥσπερ καὶ ἀσώματος οὐδ’ ἐπαίειν δοκῶν τῶν ἀλγηδόνων· ὁ δ’ ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν πάντως που συστήσεσθαι πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ταύτην ἀνερευνῶν, καὶ τὴν δηλωθεῖσαν χώραν κατ’ ἀνατολὰς [*](9 Gal. 4, 25. 10 Hebr. 12, 22.)

v.4.p.409
ἐξετάζων.

ὡς δ’ ἐπὶ πλέον μάστιξι τὸν νεανίαν καταξήνας παντοίαις τε τιμωρησάμενος βασάνοις ἀπαράλλακτον τὴν ἔνστασιν τῶν πρότερον αὐτῷ ῥηθέντων ἐγίνωσκε, τὴν ἐπὶ θανάτω κατ’ αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. τοσαύτην μὲν οὖν τὰ κατὰ τοῦτον δραματουργίαν εἰλήχει. καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας τὸν ὅμοιον ἀπαλλάττει τρόπον.

εἶτ’ ἀποκαμὼν, διαγνούς τε εἰς μάτην τιμωρεῖσθαι τοὺς ἄνδρας, ἐπιθυμίας κόρον λαβὼν ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰσέτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ’ ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ μαρτύριον ὁμολογίας φωνὴν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν.

τούτων ἐπὶ πέρας ἀχθέντων μειράκιον τῆς οἰκετικῆς ὑπάρχον τοῦ Παμφίλου θεραπείας, οἶα γνησίᾳ ἀνατροφῇ καὶ παιδείᾳ τοῦ τηλικούτου συνησκημένον ἀνδρὸς, ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀναβοᾷ, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν.

ὁ δ’ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ εἴ τι θηρὸς ἀγριώτερον, δ᾿ μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ἐρωτήσας ὁμολογοῦντα Χριστιανὸν ἔμαθεν, ὥσπερ ὑπό τινος τρωθεὶς βέλους, οἰδήσας τὸν θυμὸν, ὅλῃ δυνάμει τοῖς βασανισταῖς χρῆσθαι κατ’ αὐτοῦ προστάττει.

ὡς δ’ ἐπικελευομένου θύειν ἀνανεύοντα ἐώρα, οὐκέθ’ ὡς σάρκας ἀνθρώπου, ἀλλ’ ἤ λίθους ἢ ξύλα ἥ τι τῶν ἄλλων ἀψύχων, ἄχρις αὐτῶν ὀστέων καὶ τῶν ἐν βάθει καὶ ἐν μυχοῖς σπλάγχνων παραμόνως καταξαίνεσθαι κελεύει.

v.4.p.410
εἰς μακρὸν δὲ τούτου γινομένου μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου καὶ ἀνεπαισθήτου, μικροῦ δὲ δεῖν καὶ πάντη ἀψύχου τοῦ σώματος αὐτῷ ταῖς βασάνοις κατατριβομένου.

παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος, εὐθὺς ὡς εἶχε μακρῷ πυρὶ παραδοθῆναι αὐτὸν ἀποφαίνεται. καὶ οὗτος μὲν, πρὸ τῆς τοῦ κατὰ σάρκα δεσπότου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθὼν, τὴν ἀπὸ τοῦ σώματος ἀπαλλαγὴν προύλαβεν, ἔτι διαμελλόντων τῶν περὶ τοὺς προτέρους ἐσπουδακότων.

ἦν δὲ ἄρα τὸν Πορφύριον ἰδεῖν, ἱερονίκου διαθέσει πάμ μαχον νενικηκοτος, κεκονισμένον μὲν τὸ σῶμα, φαιδρὸν δὲ τὸ πρόσωπον, θαρσαλέῳ φρονήματι καὶ γαύρῳ μετὰ τοσαῦτα τὴν ἐπὶ θανάτῳ βαδίζοντα, καὶ θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων, αὐτοῦ τε φιλοσόφῳ σχήματι μόνῳ τῷ περὶ αὐτὸν ἀναβολαίῳ ἐξωμίδος τρόπον ἠμφιεσμένον, νηφαλέῳ τε λογισμῷ περὶ ὧν ἐβούλετο τοῖς γνωρίμοις ἐντελλόμενον καὶ διανεύοντα, ἐπ’ αὐτῷ τε ἰκρίῳ τὸ πρόσωπον ἔτι φαιδρὸν διατηροῦντα, ἀλλὰ καὶ ἁφθείσης ἔξω ἀπὸ μακροῦ ἀποστήματος κύκλῳ περὶ αὐτὸν τῆς πυρᾶς, ἐνθένδε κἀκεῖθεν ἀφαρπάζοντα τῷ στόματι τὴν φλόγα, γενναιότατά τε εἰς ἐσχάτην ἀναπνοὴν ἐγκαρτεροῦντα τῇ σιωπῇ, μετὰ μίαν τε, ἣν ἅμα καθαψαμένης αὐτοῦ τῆς φλογὸς ἀπέρρηξε, φωνὴν, τὸν υἱὸν τοῦ θεοῦ Ἰησοῦν βοηθὸν ἐπιβοώμενος. τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος.

τῆς δὲ κατ’ αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος, τῶν ἀπὸ στρατείας τις ὁμολογητὴς, οἶα τηλικαύτης ἀγγελίας διάκονος, τοῦ σὺν αὐτοῖς παραχρῆμα κλήρου καταξιοῦται. αὐτίκα γάρ τοι αὐτὸν διαγγείλαντα τὸ τοῦ Πορφυρίου τέλος, τῶν τε μαρτύρων

v.4.p.411
ἕνα δή τινα φιλήματι προσειπόντα, ἐπιλαβόμενοι στρατιῶταί τινες ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. ὁ δὲ ὥσπερ ἐπισπέρχων αὐτὸν τῷ προτέρῳ συναπόδημον τῆς εἰς οὐρανοὺς γενέσθαι πορείας, αὐτίκα κεφαλικῇ τιμωρίᾳ κολασθῆναι προστάττει.

οὗτος ἦν μὲν ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ’ ἐν στρατείαις ἐπιλέκτου νεολαίας, καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος· ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος, μεγέθει τε καὶ ἰσχύι· παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι, καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον, μεγέθους ἕνεκα καὶ εὐμορφίας.

κατ’ ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διαπρέψας ἀγῶσι, μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων, τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπερριμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος, πατρὸς καὶ κηδεμόνος δίκην, ἀναπέφανται, ὅθεν δὴ εἰκότ’ ὡς πρὸς τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη.

δέκατος οὗτος ἀθλητὴς ἐπὶ τοῖς δεδηλωμένοις ἐν μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ’ ἣν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης εὐμαρὴς ἅμ’ αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται.