Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οὔκουν ἐτόλμα τις τῶν ἡμετέρων σύνοδον συγκροτεῖν, οὐδ᾿ ἑαυτὸν ἐν φανερῷ καταστήσασθαι, ὅτι μηδὲ τοῦτ᾿ ἤθελεν αὐτῷ τὸ γράμμα, αὐτὸ μόνον τὸ ἀνεπηρέαστον ἡμῖν ἐπιτρέπον φυλάττεσθαι, οὐ μὴν συνόδους ἐπικελεῦον ποιεῖσθαι, οὐδ᾿ οἴκους ἐκκλησιῶν οἰκοδομεῖν, οὐδ᾿ ἄλλο τι τῶν συνήθων ἡμῖν διαπράττεσθαι.

καίτοι γε ταῦθ᾿ οἱ τῆς εἰρήνης καὶ εὐσεβείας προήγοροι ἐπεστάλκεσαν καὶ Λικίννιος αὐτῷ τε ἐπιτρέπειν ἐπεστάλκεσαν καὶ τοῖς ὑπ᾿ αὐτοὺς ἅπασι διὰ προγραμμάτων καὶ νόμων συγκεχωρήκεσαν. οὐ μὴν ὁ δυσσεβέστατος ταύτῃ ἐνδοῦναι προῄρητο, εἰ μὴ ὅτε πρὸς τῆς θείας συνελαθεὶς δίκης ὕστατόν γε ἄκων ἐπὶ τοῦτ᾿ ἤχθη.

[Nic. H. E. VII, 37-38] Ἐκπεριῆλθε δ᾿ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ᾿ ἀξίαν ἐπιτραπείσης ἡγεμονίας αὐτῷ μηκέθ᾿ οἷός τε φέρειν, ἀλλὰ δι᾿ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσί τε ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθεὶς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν, τὰ πάντα αὐτοῦ διαφερόντων γένει καὶ τροφῇ καὶ παιδείᾳ, ἀξιώματί τε καὶ συνέσει, καὶ τῷ γε πάντων κορυφαιοτάτῳ, σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ, τολμᾶν ὥρμητο θρασύνεσθαι, καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ἀναγορεύειν.

ἐπι-

v.4.p.440
τείνας δὲ εἰς ἀπόνοιαν τὰ τῆς μανίας, συνθήκας ἃς πρὸς Λικίννιον πεποίητο παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται· εἶτ’ ἐν βραχεῖ τὰ πάντα κυκήσας, πᾶσάν τε πόλιν ἐκταράξας, καὶ πᾶν στρατόπεδον μυριάδων τὸ πλῆθος ἀνηρίθμων συναγαγὼν, ἔξεισιν εἰς μάχην αὐτῷ παραταξάμενος, δαιμόνων ἐλπίσιν ὧν δὴ ᾤετο θεῶν καὶ ταῖς τῶν ὁπλιτῶν μυριάσι τὴν ψυχὴν ἐπηρμένος.

καὶ δὴ συμβαλὼν εἰς χεῖρας ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, Λικιννίῳ τῆς νίκης ἐξ αὐτοῦ τοῦ πάντων ἑνὸς καὶ μόνου θεοῦ πρυτανευθείσης.

ἀπόλλυσι δὴ πρῶτον τὸ ἐφ’ ᾧ πεποίθει ὁπλιτικὸν, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνὸν καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων, καὶ τῷ τότε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ὑποδύνει τὸ πλῆθος, κἄπειτα διαδιδράσκει, κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμίων τὰς χεῖρας, τὰ τῆς σωτηρίας αὐτῷ προνοούμενος, διέξεισιν, ἔργοις αὐτοῖς εὖ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφήνας χρησμοὺς, ἐν οἶς εἴρηται·

“οὐ σώζεται βασιλεὺς διὰ δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.”

οὕτω δῆτα αἰσχύνης ἔμπλεως ὁ τύραννος ἐπὶ τὰ καθ’ ἑαυτὸν ἐλθὼν μέρη, πρῶτον μὲν ἐμμανεῖ θυμῷ πολλοὺς ἱερεῖς καὶ προφήτας τῶν πάλαι [*](22 Psalm. 32 (33), 16.)

v.4.p.441
θαυμαζομένων αὐτῷ θεῶν, ὧν δὴ τοῖς χρησμοῖς ἀναρριπισθεὶς τὸν πόλεμον ἤρατο, ὡσὰν γόητας καὶ ἀπατεῶνας καὶ ἐπὶ πᾶσι προδότας τῆς αὐτοῦ γενομένους σωτηρίας ἀναιρεῖ, εἶτα δὴ δοὺς δόξαν τῷ τῶν Χριστιανῶν θεῷ, νόμον τε τὸν ὑπὲρ ἐλευθερίας αὐτῶν τελεώτατα καὶ πληρέστατα διαταξάμενος, δυσθανατήσας αὐτίκα, μηδεμιᾶς αὐτῷ χρόνου δοθείσης προθεσμίας τελευτᾷ τὸν βίον. ὁ δὲ καταπεμφθεὶς ὑπ’ αὐτοῦ νόμος τοιοῦτος ἦν·
  • Ἀντίγραφον ἑρμηνείας τῆς τοῦ τυράννου ὑπὲρ
  • Χριστιανόν διατάξεως, ἐκ Ῥωμαϊκῆς γλώττης εἰς
  • τὴν ἑλλάδα μεταληφθείσης.
  • “Αὐτοκράτωρ Καῖσαρ Γάι·ος Οὐαλέριος Μα- “ξιμῖνος, Γερμανικὸς, Σαρματικὸς, εὐσεβὴς, εὐτυ- “χὴς, ἀνίκητος, σεβαστός. κατὰ πάντα τρόπον ἡμὰς “διηνεκῶς τῶν ἐπαρχιωτῶν τῶν ἡμετέρων τοῦ χρη— “σίμου προνοεῖσθαι, καὶ ταῦτα αὐτοῖς βούλεσθαι “παρέχειν, οἷς τὰ λυσιτελῆ πάντων μάλιστα κατορ- ‘θοῦται, καὶ ὅσα τῆς λυσιτελείας καὶ τῆς χρησιμό- ‘τητός ἐστι τῆς κοινῆς αὐτῶν, καὶ ὁποῖα πρὸς τὴν ‘δημοσίαν λυσιτέλειαν ἁρμόζει, καὶ ταῖς ἑκάστων ‘διανοίαις προσφιλῆ τυγχάνει, οὐδένα ἀγνοεῖν, ἀλλ’ ἕκαστον ἀνατρέχειν ἐπ’ αὐτῷ τὸ γινόμενον, γινώ- ‘σκειν τε ἕκαστον τόν ἀνθρώπων καὶ ἔχειν ἐν ἑαυτῷ, “δῆλον εἶναι πιστεύομεν.