Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
καὶ “ταῦτα σύμπαντα διὰ τὴν ὀλέθριον πλάνην τῆς ὑπο- “κένου ματαιότητος τῶν ἀθεμίτων ἐκείνων ἀνθρώ- “ πων ἐγίνετο, ἡνίκα κατὰ τὰς ψυχὰς αὐτῶν ἐπεπό- “λαξε “λαζε καὶ σχεδὸν εἰπεῖν τὰ πανταχοῦ ‘αἰσχύναις ἐπίεζε.”
τούτοις μεθ’ ἕτερα ἐπιλέγει “ ἐφοράτωσαν ἐν τοῖς πλατέσιν ἤδη πεδίοις ἀνθοῦντα “τὰ λήϊα καὶ τοῖς ἀστάχυσιν ἐπικυμαίνοντα, καὶ τοὺς “λειμῶνας δι’ εὐομβρίαν φυτοῖς καὶ ἄνθεσι λαμπο- ‘μένους, καὶ τὴν τοῦ ἀέρος κατάστασιν εὔκρατον
χαιρέτωσαν “πὸν ἅπαντες διὰ τῆς ἡμετέρας εὐσεβείας, “γίας τε καὶ τιμῆς τῆς τοῦ δυνατωτάτου καὶ “τατοῦ Ἄρεως δυνάμεως ἐξευμενισθείσης, καὶ διὰ “τοῦτο τῆς εὐδιεινοτάτης εἰρήνης βεβαίως μεθ’ ‘χίας ἀπολαύοντες ἡδυνέσθωσαν· καὶ ὅσοι τῆς τυφλῆς ἐκείνης πλάνης καὶ περιόδου παντάπασιν ἀποστάντες εἰς ὀρθὴν καὶ καλλίστην διάνοιαν ἐπα- “νῆλθον, μειζόνως μὲν οὖν χαιρέτωσαν, ὡσὰν “χειμῶνος ἀπροσδοκήτου ἢ νόσου βαρείας σθέντες, καὶ ἡδεῖαν εἰς τοὐπιὸν ζωῆς ἀπόλαυσιν “καρπωσάμενοι.
εἰ δὲ τῇ ἐπαράτῳ αὐτῶν μα- “ταιότητι ἐπιμένοιεν, ἐν πολλῷ πόρρωθεν τῆς ὑμε- “τέρας πόλεως καὶ περιχώρου, καθὼς ἠξιώσατε, “ἀποχωρισθέντες ἐξελαθήτωσαν, ἵν᾿ οὕτως, κατ’ ἀκολουθίαν τῆς ἀξιεπαίνου ὑμῶν περὶ τοῦτο σπου- “δῆς, παντὸς μιάσματος καὶ ἀσεβείας ἡ ὑμετέρα πόλις κατὰ τὴν ἔμφυτον αὐτῇ πρόθεσιν ‘μετὰ τοῦ ὀφειλομένου σεβάσματος ταῖς τῶν ἀθανά- “των θεῶν ἱερουργίαις ὑπακούοι.
ἔνα δὲ εἰδῆτε ὅσῳ προσφιλὴς ἡμῖν γέγονεν ἡ περὶ τούτου ἀξίωσις ὑμῶν, καὶ χωρὶς ψηφισμάτων καὶ χωρὶς δεήσεως αὐθαιρέτῳ βουλήσει ἡ ἡμετέρα προθυμοτάτη φιλα- “γαθίαις ψυχὴ, ἐπιτρέπομεν τῇ ὑμετέρᾳ “ὁποίαν δ’ ἂν βουληθῆτε μεγαλοδωρεὰν, ἀντὶ ταύ- της ὑμῶν τῆς φιλοθέου προθέσεως αἰτῆσαι.
καὶ “ ἤδη μὲν τοῦτο ποιεῖν καὶ λαβεῖν ἀξιώσατε· τεύξεσθε γὰρ αὐτῆς χωρίς τινος ὑπερθέσεως· ἥτις παρασχεθεῖσα τῇ ὑμετέρᾳ πόλει εἰς ἅπαντα τὸν “αἰῶνα τῆς περὶ τοὺς ἀθανάτους θεοὺς φιλοθέου εὐσεβείας παρέξει μαρτυρίαν, τοῦ δὲ ὑμὰς ἀξίων ἐπάθλων τετυχηκέναι παρὰ τῆς ἡμετέρας φιλαγα-
ταῦτα δὴ καθ’ ἡμῶν κατὰ πάσαν ἀνεστηλίτευτο, πάσης ἐλπίδος, τὸ γοῦν ἐπ’ ἀνθρώποις, ἀγαθῆς τὰ καθ’ ἡμᾶς ἀποκλείοντα· ὡς, κατ’ αὐτὸ δὴ τὸ θεῖον ἐκεῖνο λόγιον, εἰ δυνατὸν, ἐπὶ τούτοις καὶ τοὺς ἐκλεκτοὺς αὐτοὺς σκανδαλίζεσθαι.
ἤδη γέ τοι σχεδὸν τῆς παρὰ τοῖς πλείστοις ἀποψυχούσης προσδοκίας, ἀθρόως καθ’ ὁδὸν ἔτι σχεδὸν τὴν πορείαν ἔν τισι χώραις διανυόντων τῶν τὴν προκειμένην γραφὴν καθ’ ἡμῶν διακονουμένων, ὁ τῆς ἰδίας ἐκκλησίας ὑπέρμαχος θεὸς, μονονουχὶ τὴν τοῦ τυράννου καθ’ ἡμῶν ἐπιστομίζων μεγαλαυχίαν, τὴν ὑπὲρ ἡμῶν οὐράνιον αὐτοῦ συμμαχίαν ἐπεδείκνυτο.
Οἱ μὲν οὖν ἐξ ἔθους ὄμβροι τε καὶ ὑετοὶ χειμαδίου τῆς ὥρας ὑπαρχούσης τὴν ἐπὶ γῆς ἀνεῖχον συνήθη φορὰν, λιμὸς δ’ ἀδόκητος ἐπισκήπτει, καὶ λοιμὸς ἐπὶ τούτῳ, καί τινος ἑτέρου νοσήματος — ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἕνεκεν· ἄνθραξ προσαγορευόμενον — ἐπιφορὰ, ὃ καθ’ ὅλων μὲν ἕρπον τῶν σωμάτων σφαλεροὺς ἐνεποίει τοῖς πεπονθόσι κινδύνους, οὐ μὴν ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν διαφερόντως ἐπὶ πλεῖστον γινόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάζετο.
τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος, ἄνδρας ἐξ ἀρχαίου φίλους τε καὶ συμμάχους Ῥωμαίων, οὓς καὶ αὐτοὺς Χριστιανοὺς ὄντας τὴν εἰς τὸ θεῖον εὐσέ- [*](6 Matth. 24, 24.)
ἀθρόως δὴ ταῦτα πάντα ὑφ᾿ ἕνα καὶ τὸν αὐτὸν συρρεύσαντα καιρὸν τῆς τοῦ τυράννου θρασύτητος τὴν κατὰ τοῦ θείου μεγαλαυχίαν διήλεγξεν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα αὐτοῦ σπουδῆς καὶ τῆς καθ᾿ ἡμῶν ἕνεκα πολιορκίας μὴ λιμὸν μηδὲ λοιμὸν μηδὲ μὴν πόλεμον ἐπὶ τῶν αὐτοῦ συμβῆναι καιρῶν ἐθρασύνετο. ταῦτα δ᾿ οὖν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἐπελθόντα καὶ τῆς αὐτοῦ καταστροφῆς περιειλήφει τὰ προοίμια.
αὐτὸς μὲν οὖν περὶ τὸν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ᾿ αὐτὸν πόλεις οἰκούντων δεινῶς ὁ λιμός τε ἅμα καὶ λοιμὸς κατετρυχέτην, ὡς ἑνὸς μέτρου πυρῶν δισχιλίας καὶ πεντακοσίας Ἀττικὰς ἀντικαταλλάττεσθαι.
μυρίοι μὲν οὖν ἐτύγχανον οἱ κατὰ πόλεις θνήσκοντες, πλείους δὲ τούτων οἱ κατ᾿ ἀγρούς τε καὶ κώμας, ὡς ἤδη καὶ τὰς πάλαι τῶν ἀγροίκων πολυάνδρους ἀπογραφὰς μικροῦ δεῖν παντελῆ παθεῖν ἐξάλειψιν, ἀθρόως σχεδὸν ἁπάντων ἐνδείᾳ τροφῆς καὶ λοιμώδει νόσῳ διεφθαρμένων.
τινὲς μὲν οὖν τὰ ἑαυτῶν φίλτατα βραχυτάτης τροφῆς τοῖς εὐπορωτέροις ἀπεμπολᾶν ἠξίουν, ἄλλοι δὲ τὰς κτήσεις κατὰ βραχὺ διαπιπράσκοντες εἰς ἐσχάτην ἐνδείας ἀπορίαν ἤλαυνον· ἤδη δέ τινες σμικρὰ χόρτου διαμασώμενοι σπαράγματα, καί τινας ἀνέδην φθοροποιοὺς ἐσθίοντες πόας, τὴν τῶν σωμάτων ἔξιν λυ- μαινόμενοι διώλλυντο.
καὶ γυναίων δὲ τῶν κατὰ πόλεις εὐγενίδων τινὲς, εἰς ἀναίσχυντον ἀνάγκην πρὸς τῆς ἀπορίας ἐλαθεῖσαι, μεταιτεῖν ἐπὶ τῶν ἀγο-
καὶ οἱ μὲν ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ ὧδε κἀκεῖσε ψυχορραγοῦντες, ἐνσειόμενοί τε καὶ περιολισθαίνοντες ὑπ’ ἀδυναμίας τοῦ στῆναι, κατέπιπτον ἐν μέσαις ταῖς πλατείαις, πρηνεῖς δ’ ἡπλωμένοι ὀρέξαι σφίσι μικρὸν τρύφος ἄρτου κατηντιβόλουν, καὶ τὴν ψυχὴν πρὸς ἐσχάταις ἔχοντες ἀναπνοαῖς πεινῆν ἐπεβόων, πρὸς μόνην ταύτην τὴν ὀδυνηροτάτην φωνὴν εὐσθενεῖς καθιστάμενοι·