Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Πλεῖστα δ᾿ οὗτος καθ᾿ ἡμῶν στρατευσάμενος, καὶ πάντα τρόπον τοὺς ἡμετέρους, ὥσπερ τινὰς φῶρας ἀνοσίους, ἐκ μυχῶν θηρεῦσαι διὰ σπουδῆς πεποιημένος, πάντα τε ἐπὶ διαβολῇ καὶ κατηγορίᾳ τῇ καθ᾿ ἡμῶν μεμηχανημένος, καὶ θανάτου αἴτιος μυρίοις ὅσοις γεγονὼς τελευτῶν εἴδωλόν τι Διὸς φιλίου μαγγανείαις τισὶ καὶ γοητείαις ἱδρύεται, τελετάς τε ἀνάγνους αὐτῷ καὶ μυήσεις ἀκαλλιερήτους, ἐξαγίστους τε καθαρμοὺς ἐπινοήσας, μέχρι καὶ βασιλέως τὴν τερατείαν δι᾿ ὧν ἐδόκει χρησμῶν ἐκτελεῖν ἐπεδείκνυτο· καὶ δὴ καὶ οὗτος κολακείᾳ τῇ καθ᾿ ἡδονὴν τοῦ κρατοῦντος ἐπεγείρει κατὰ Χριστιανῶν τὸν δαίμονα, καὶ τὸν θεὸν δὴ κελεῦσαί φησιν, ὑπερορίους τῆς πόλεως καὶ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν ὡσὰν ἐχθροὺς αὐτῷ Χριστιανοὺς ἀπελάσαι.

v.4.p.423

Κω. H. E. VII, 25] Τούτῳ δὲ πρώτῳ κατὰ γνώμην πράξαντι πάντες οἶ λοιποὶ τῶν ἐν τέλει τὰς ὑπὸ τὴν αὐτὴν ἀρχὴν πόλεις οἰκοῦντες τὴν ὁμοίαν ὡρμῶντο ψῆφον ποιήσασθαι, προσφιλὲς δ’ εἶναι τοῦτο βασιλεῖ τῶν κατ’ ἐπαρχίαν ἡγεμόνων συνεωρακότων, καὶ τοῦτ’ αὐτὸ διαπράξασθαι τοῖς ὑπηκόοις ὑποβεβληκότων.

ὧν δὴ καὶ αὐτῶν τοῖς ψηφίσμασι δι’ ἀντιγραφῆς ἀσμενέστατα ἐπινεύσαντος τοῦ τυράννου, αὖθις ἐξ ὑπαρχῆς ὁ καθ’ ἡμῶν ἀνεφλέγετο διωγμός. ἱερεῖς δῆτα κατὰ πόλιν τῶν ξοάνων, καὶ ἐπὶ τούτοις ἀρχιερεῖς πρὸς αὐτοῦ Μαξιμίνου οἱ μάλιστα ταῖς πολιτείαις διαπρέψαντες καὶ διὰ πασῶν ἔνδοξοι γενόμενοι καθίσταντο, οἷς καὶ πολλή τις εἰσήγετο σπουδὴ περὶ τὴν τῶν θεραπευομένων πρὸς αὐτῶν θρησκείαν.

ἡ γοῦν ἔκτοπος τοῦ κρατοῦντος δεισιδαιμονία, συνελόντι φάναι, πάντας τοὺς ὗπ’ αὐτὸν ἄρχοντάς τε καὶ ἀρχομένους εἰς τὴν αὐτοῦ χάριν πάντα πράττειν καθ’ ἡμῶν ἐνῆγε, ταύτην αὐτῷ χάριν μεγίστην ἀνθ’ ὧν ἐνόμιζον πρὸς αὐτοῦ τεύξεσθαι εὐεργεσιῶν ἀντιδωρουμένων, τὸ καθ’ ἡμῶν φονᾶν καί τινας εἰς ἡμᾶς καινοτέρας κακοηθείας ἐνδείκνυσθαι.

[Nic. II. E. VII, 28] Πλασάμενοι δῆτα Πιλάτου καὶ τοῦ σωτῆρος ἡμῶν ὑπομνήματα, πάσης ἔμπλεα κατὰ τοῦ Χριστοῦ βλασφημίας, γνώμῃ τοῦ μείζονος ἐπὶ πᾶσαν διαπέμπονται τὴν ὑπ’ αὐτὸν ἀρχὴν, διὰ γραμμάτων παρακελευόμενοι, κατὰ πάντα τόπον, ἀγρούς τε καὶ πόλεις, ἐν ἐκφανεῖ ταῦτα τοῖς πᾶσιν ἐκθεῖναι, τοῖς τε παισὶ τοὺς γραμματοδιδασκάλους ἀντὶ μαθημάτων ταῦτα μελετᾶν καὶ διὰ μνήμης κατέχειν παραδιδόναι.

ὧν τοῦτον ἐπιτελουμένων τὸν τρόπον ἕτερος στρατοπεδάρχης, ὃν

v.4.p.424
δοῦκα Ῥωμαῖοι προσαγορεύουσιν, ἀνὰ τὴν Δαμασκὸν τῆς Φοινίκης ἐπίρρητά τινα γυναικάρια ἐξ ἀγορὰς ἀνάρπαστα ποιήσας, βασάνους αὐταῖς ἐπιθήσειν ἠπείλει, λέγειν ἐγγράφως ἐπαναγκάζων, ὡς δὴ εἴησάν ποτε χριστιαναὶ, συνειδεῖέν τε αὐτοῖς ἀθεμιτουργίας, ἐν αὐτοῖς τε τοῖς κυριακοῖς πράττειν αὐτοὺς τὰ ἀκόλαστα, καὶ ὅσα ἄλλα λέγειν αὐτὰς ἐπὶ διαβολῇ τοῦ δόγματος ἤθελεν· ὧν καὶ οὗτος ἐν ὑπομνήμασι τὰς φωνὰς ἐντεθείσας βασιλεῖ κοινοῦται. καὶ δὴ προστάξαντος εἰς πάντα τόπον καὶ πόλιν καὶ ταῦτα δημοσιοῦται τὰ γράμματα.