Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

στίφη δ’ οὖν πολυάνθρωπα κατὰ μέσας λεωφόρους καὶ ἀγορὰς, ᾠδαῖς καὶ ψαλμοῖς τὸν θεὸν ἀνυμνοῦντα, τὰ τῆς πορείας ἤνυε. καὶ τοὺς μετὰ τιμωρίας ἀπηνεστάτης μικρῷ πρόσθεν δεσμίους τῶν πατρίδων ἀπεληλαμένους εἶδες ἂν ἱλαροῖς καὶ γεγηθόσι προσώποις τὰς αὐτῶν ἑστίας ἀπολαμβάνοντας, ὡς καὶ τοὺς πρότερον καθ’ ἡμῶν φονῶντας, τὸ θαῦμα παρὰ πᾶσαν ὁρῶντας ἐλπίδα, συγχαίρειν τοῖς γεγενημένοις.

[Nic. H. E. VII, 25] Ταῦτα δ’ οὐκέτι οἷός

v.4.p.422
τε φέρειν ὁ τύραννος, μισόκαλος ἐς τὰ μάλιστα καὶ πάντων ἀγαθῶν ἐπίβουλος ὑπάρχων, ὃν ἔφαμεν τῶν ἐπ᾿ ἀνατολῆς ἄρχειν μερῶν, οὐδ᾿ ὅλους ἐπὶ μῆνας ἓξ τοῦτον ἐπιτελεῖσθαι τὸν τρόπον ἠνέσχετο· ὅσα δ᾿ οὖν πρὸς ἀνατροπὴν τῆς εἰρήνης μηχανώμενος πρῶτον μὲν εἴργειν ἡμᾶς τῆς ἐν τοῖς κοιμητηρίοις συνόδου διὰ προφάσεως πειρᾶται, εἶτα διά τινων πονηρῶν ἀνδρῶν αὐτὸς ἑαυτῷ καθ᾿ ἡμῶν πρεσβεύεται, τοὺς Ἀντιοχέων πολίτας παρορμήσας ἐπὶ τὸ μηδαμῶς τινα Χριστιανῶν τὴν αὐτῶν οἰκεῖν ἐπιτρέπεσθαι πατρίδα ὡς ἐν μεγίστῃ δωρεᾷ παρ᾿ αὐτοῦ τυχεῖν ἀξιῶσαι, καὶ ἑτέρους δὲ ταὐτὸ ὑποβαλεῖν διαπράξασθαι· ὧν πάντων ἀρχηγὸς ἐπ᾿ αὐτῆς Ἀντιοχείας ἐπιφύεται Θεότεκνος, δεινὸς καὶ γόης καὶ πονηρὸς ἀνὴρ, καὶ τῆς προσωνυμίας ἀλλότριος· ἐδόκει δὲ λογιστεύειν τὰ κατὰ τὴν πόλιν.

Πλεῖστα δ᾿ οὗτος καθ᾿ ἡμῶν στρατευσάμενος, καὶ πάντα τρόπον τοὺς ἡμετέρους, ὥσπερ τινὰς φῶρας ἀνοσίους, ἐκ μυχῶν θηρεῦσαι διὰ σπουδῆς πεποιημένος, πάντα τε ἐπὶ διαβολῇ καὶ κατηγορίᾳ τῇ καθ᾿ ἡμῶν μεμηχανημένος, καὶ θανάτου αἴτιος μυρίοις ὅσοις γεγονὼς τελευτῶν εἴδωλόν τι Διὸς φιλίου μαγγανείαις τισὶ καὶ γοητείαις ἱδρύεται, τελετάς τε ἀνάγνους αὐτῷ καὶ μυήσεις ἀκαλλιερήτους, ἐξαγίστους τε καθαρμοὺς ἐπινοήσας, μέχρι καὶ βασιλέως τὴν τερατείαν δι᾿ ὧν ἐδόκει χρησμῶν ἐκτελεῖν ἐπεδείκνυτο· καὶ δὴ καὶ οὗτος κολακείᾳ τῇ καθ᾿ ἡδονὴν τοῦ κρατοῦντος ἐπεγείρει κατὰ Χριστιανῶν τὸν δαίμονα, καὶ τὸν θεὸν δὴ κελεῦσαί φησιν, ὑπερορίους τῆς πόλεως καὶ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν ὡσὰν ἐχθροὺς αὐτῷ Χριστιανοὺς ἀπελάσαι.

v.4.p.423