Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

αὖθις δ᾿ ἑτέρων τὰ πρῶτα γράμματα ἐπικατειληφότων, ἐν οἷς τοὺς κατακλείστους θύσαντας μὲν ἐᾶν βαδίζειν ἐπ᾿ ἐλευθερίας, ἐνισταμένους δὲ μυρίαις καταξαίνειν προστέτακτο βασάνοις, πῶς ἂν πάλιν ἐνταῦθα τῶν καθ᾿ ἑκάστην ἐπαρχίαν μαρτύρων ἀριθμήσειέ τις τὸ πλῆθος, καὶ μάλιστα τῶν κατὰ τὴν Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος, Θηβαΐδα τε καὶ κατ᾿ Αἴγυπτον, ἐξ ἧς καὶ εἰς ἑτέρας ἤδη προελθόντες πόλεις τε καὶ ἐπαρχίας διέπρεψαν τοῖς μαρτυρίοις.

[Nic. H. E. VII, 7] Ἴσμεν γοῦν τοὺς ἐξ αὐτῶν διαλάμψαντας ἐν Παλαιστίνῃ, ἴσμεν δὲ καὶ τοὺς ἐν Τύρῳ τῆς Φοινίκης, οὓς τίς ἰδὼν οὐ κατεπλάγη τὰς ἀναριθμήτους μάστιγας, καὶ τὰς ἐν τούτοις τῶν ὡς ἀληθῶς παραδόξων τῆς θεοσεβείας ἀθλητῶν ἐνστάσεις, τόν τε παραχρῆμα μετὰ τὰς μάστιγας ἐν θηρσὶν αἱμοβόροις ἀγῶνα, καὶ τὰς ἐν τούτῳ παρδάλεων καὶ διαφόρων ἄρκτων, συῶν τε ἀγρίων καὶ πυρὶ καὶ σιδήρῳ κεκαυτηριασμένων βοῶν προσβολὰς, καὶ τὰς πρὸς ἕκαστον τῶν θηρίων θαυμασίους τῶν γενναίων ὑπομονάς;

οἷς γινομένοις καὶ αὐτοὶ παρῆμεν, ὁπηνίκα τοῦ μαρτυρουμένου σωτῆρος ἡμῶν αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ τὴν θείαν δύναμιν ἐπιπαροῦσαν, ἐναργῶς τε αὐτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν ἐπιτολμώντων, ἀλλ᾿ ἐπὶ μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτὰ, φερομένων, μόνων δὲ τῶν ἱερῶν

v.4.p.358
ἀθλητῶν γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶ κατασειόντων, ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων τοῦτο γὰρ αὐτοῖς ἐκελεύετο πράττειν) μηδ’ ὅλως ἐφαπτομένων, ἀλλ’ ἔσθ’ ὅπη μὲν καὶ ἐπ’ αὐτοὺς ὁρμώντων, οἷα δὲ πρός τινος θειοτέρας δυνάμεως ἀνακρουομένων καὶ αὖ πάλιν εἰς τοὐπίσω χωρούντων.

ὃ καὶ εἰς μακρὸν γινόμενον θαῦμα παρεῖχεν οὐ σμικρὸν τοῖς θεωμένοις, ὥστε ἤδη διὰ τὸ ἄπρακτον τοῦ πρώτου δεύτερον καὶ τρίτον προσαφίεσθαι ἐνὶ καὶ τῷ αὐτῷ μάρτυρι θηρίον.

καταπλαγῆναι δ’ ἦν τὴν ἐπὶ τούτοις ἀπτόητον τῶν ἱερῶν ἐκείνων καρτερίαν, καὶ τὴν ἐν σώμασι νέοις βεβηκυῖαν καὶ ἀδιάτρεπτον ἔνστασιν. ἑώρας γοῦν ἡλικίαν οὐδ’ ὅλων ἐτῶν εἴκοσι δίχα δεσμῶν ἑστῶτος νέου, καὶ τὰς μὲν χεῖρας ἐφαπλοῦντος εἰς σταυροῦ τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς τὸ θεῖον σχολαίτατα τεταμένου λιταῖς, μηδ’ ὅλως τε μεθισταμένου μηδ’ ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων σχεδὸν αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκὸς, ἀλλ’ οὐκ οἶδ’ ὅπως θείᾳ καὶ ἀπορρήτῳ δυνάμει μονονουχὶ φραττομένων τὸ στόμα, καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω. καὶ οὗτος μὲν οὑν τοιοῦτός τις ἢν.

πάλιν δ’ ἂν ἑτέρους εἶδες, πέντε γὰρ οἶ πάντες ἐτύγχανον, ἠγριωμένῳ ταύρῳ παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας αἴρεσθαι καταλιπὼν, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς ἱεροὺς ὁρμῶν μάρτυρας οὐδὲ πλησιάζειν αὐτοῖς οἷός τε ἠν, κυρίττων δὲ τοῖς ποσὶ καὶ τοῖς τῇδε κἀκεῖσε χρώμενος καὶ διὰ τοὺς ἀπὸ τῶν καυτήρων ἐρεθισμοὺς θυμοῦ καὶ ἀπειλῆς πνέων εἰς

v.4.p.359
τοὐπίσω πρὸς τῆς ἱερᾶς ἀνθείλκετο προνοίας, ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς αὐτοὺς ἀδικήσαντος, ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία.

τέλος δὴ οὖν μετὰ τὰς δεινὰς καὶ ποικίλας τούτων προσβολὰς ξίφει κατασφαγέντες οἶ πάντες, ἀντὶ γῆς καὶ τάφων τοῖς θαλαττίοις παραδίδονται κύμασι.

[Nic. H. E. VII, 8] Καὶ τοιοῦτος μὲν ὁ ἀγὼν τῶν κατὰ Τυρὸν τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνδειξαμένων Αἰγυπτίων. θαυμάσειε δ’ ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς μαρτυρήσαντας, ἔνθα μυρίοι τὸν ἀριθμὸν ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶν, ὑπὲρ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν θανάτους, οἱ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις μάστιγάς τε χαλεπωτάτας καὶ μυρίας ἄλλας ποικίλας καὶ φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἶ δὲ πελάγει καταβροχισθέντες, ἄλλοι δὲ εὐθαρσῶς τοῖς ἀποτέμνουσι τὰς ἑαυτῶν προτείναντες κεφαλὰς, οἶ δὲ καὶ ἐναποθανόντες ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες, καὶ ἄλλοι πάλιν ἀνασκολοπισθέντες, οἱ μὲν κατὰ τὸ σύνηθες τοῖς κακούργοις, οἱ δὲ καὶ χειρόνως ἀνάπαλιν κατωκάρα προσηλωθέντες, τηρούμενοί τε ζῶντες, εἰσότε καὶ ἐπ’ αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.