Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

οὐκοῦν οὐδὲ τῶν πρὸς τοῦ διωγμοῦ πεπειραμένων, ἢ τῶν εἰς ἅπαν τῆς σωτηρίας νεναυαγηκότων, αὐτῇ τε γνώμῃ τοῖς τοῦ κλύδωνος ἐναπορριφέντων βυθοῖς, μνήμην ποιήσασθαι προήχθημεν, μόνα δὲ ἐκεῖνα τῇ καθόλου προσθήσομεν ἱστορίᾳ, ἃ πρώτοις μὲν ἡμῖν αὐτοῖς, ἔπειτα δὲ καὶ τοῖς μεθ’ ἡμᾶς γένοιτ’ ἂν πρὸς ὠφελείας. ἴωμεν οὖν ἐντεῦθεν ἤδη, τοὺς ἱεροὺς ἀγῶνας τῶν τοῦ θεοῦ λόγου μαρτύρων ἐν ἐπιτομῇ διαγράψοντες.

ἔτος τοῦτο ἦν ἐννεακαιδέκατου τῆς Διοκλητιανοῦ βασιλείας, Δύστρος μὲν, λέγοιτο δ’ ἂν οὗτος Μάρτιος κατὰ Ῥωμαίους), ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπελαυνούσης ἥπλωτο πανταχόσε βασιλικὰ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερεῖσθαι προαγορεύοντα.

καὶ ἡ μὲν πρώτη καθ’ ἡμῶν γραφὴ τοιαύτη τις ἠν· μετ’ οὐ πολὺ δὲ ἑτέρων [*](3 Psalm. 106 (107), 40.)

v.4.p.352
ἐπιφοιτησάντων γραμμάτων προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας τοὺς κατὰ πάντα τόπον πρῶτα μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι.

[Nic. H. E. VII, 4] Τότε δὴ οὖν, τότε πλεῖστοι μὲν ὅσοι τῶν ἐκκλησιῶν ἄρχοντες, δειναῖς αἰκίαις προθύμως ἐναθλήσαντες, μεγάλων ἀγώνων ἱστορίας ἐπεδείξαντο, μυρίοι δ᾿ ἄλλοι τὴν ψυχὴν ὑπὸ δειλίας προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων ἐνήλλαττεν, ὁ μὲν μάστιξιν αἰκιζόμενος τὸ σῶμα, ὁ δὲ στρεβλώσεσι καὶ ξεσμοῖς ἀνυπομονήτοις τιμωρούμενος, ἐφ᾿ οἷς ἤδη τινὲς οὐκ αἴσιον ἀπηνέγκαντο τοῦ βίου τέλος.

ἄλλοι δ᾿ αὖ πάλιν ἄλλως τὸν ἀγῶνα διεξῄεσαν· ὁ μὲν γάρ τις ἑτέρων βίᾳ συνωθούντων καὶ ταῖς παμμιάροις καὶ ἀνάγνοις προσαγόντων θυσίαις ὡς τεθυκὼς ἀπηλλάττετο, καὶ εἰ μὴ τεθυκὼς ἦν, ὁ δὲ μηδ᾿ ὅλως προσπελάσας, μηδέ τινος ἐναγοῦς ἐφαψάμενος, εἰρηκότων δ᾿ ἑτέρων ὅτι τεθύκοι, σιωπῇ φέρων τὴν συκοφαντίαν ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο.

καί τις αὖ πάλιν ἐπ᾿ ἐδάφους κείμενος μακρὰν ἐσύρετο τοῖν ποδοῖν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος· ὁ δέ τις ἐβόα, καὶ μεγάλῃ διεμαρτύρετο φωνῇ τῆς θυσίας τὴν ἄρνησιν· καὶ ἄλλος Χριστιανὸς εἶναι ἐκεκράγει, τῇ τοῦ σωτηρίου προσρήματος ὁμολογίᾳ λαμπρυνόμενος· ἕτερος τὸ μὴ τεθυκέναι μήτε θύσειν ποτὲ διετείνετο.

ὅμως δ᾿ οὖν καὶ οἵδε πολυχειρίᾳ τῆς ἐπὶ τοῦτο τεταγμένης στρατιωτικῆς παρατάξεως κατὰ στόματος παιόμενοι καὶ κατασιγαζόμενοι, κατά τε προσώπου καὶ παρειῶν τυπτόμενοι μετὰ βίας ἐξω-

v.4.p.353
θοῦντο. οὕτως ἐξ ἅπαντος οἶ τῆς θεοσεβείας ἐχθροὶ τὸ δοκεῖν ἠνυκέναι περὶ πολλοῦ ἐτίθεντο. ἀλλ’ οὐ καὶ κατὰ τῶν ἁγίων αὐτοῖς μαρτύρων ταῦτα προυχώρει, ὧν εἰς ἀκριβῆ διήγησιν τίς ἄν ἡμῖν ἐξαρκέσειε λόγος;

[Nic. H. E. VII, 3] Μυρίους μὲν γὰρ ἱστορήσαι ἄν τις θαυμαστὴν ὑπὲρ εὐσεβείας τοῦ θεοῦ τῶν ὅλων ἐνδεδειγμένους προθυμίαν, οὐκ ἐξότουπερ μόνον ὁ κατὰ πάντων ἀνεκινήθη διωγμὸς, πολὺ πρότερον δὲ, καθ’ ὃν ἔτι τὰ τῆς εἰρήνης συνεκροτεῖτο.

ἄρτι γὰρ ἄρτι πρῶτον ὥσπερ ἀπὸ κάρου βαθέος ὑποκινουμένου τοῦ τὴν ἐξουσίαν εἰληφότος, κρύβδην τε ἔτι καὶ ἀφανῶς μετὰ τὸν ἀπὸ Δεκίου καὶ Οὐαλεριανοῦ μεταξὺ χρόνον ταῖς ἐκκλησίαις ἐπιχειροῦντος, οὐκ ἀθρόως τε τῷ καθ’ ἡμῶν ἐπαποδυομένου πολέμῳ, ἀλλ’ ἔτι τῶν κατὰ τὰ στρατόπεδα μόνων ἀποπειρωμένου — ταύτῃ γὰρ καὶ τοὺς λοιποὺς ἁλῶναι ῥᾳδίως ᾤετο, εἰ πρότερον ἐκείνων καταγωνισάμενος περιγένοιτο —, πλείστους παρῆν τῶν ἐν στρατείαις ὁρᾶν ἀσμενέστατα τὸν ἰδιωτικὸν προασπαζομένους βίον, ὡς ἂν μὴ ἔξαρνοι γένοιντο τῆς περὶ τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας.

ὡς γὰρ ὁ στρατοπεδάρχης, ὅστις ποτὲ ἦν ἐκεῖνος, ἄρτι πρῶτον ἐνεχείρει τῷ κατὰ τῶν στρατευμάτων διωγμῷ, φυλοκρινῶν καὶ διακαθαίρων τοὺς ἐν τοῖς στρατοπέδοις ἀναφερομένους, αἵρεσίν τε διδοὺς ἢ πειθαρχοῦσιν ἧς μετῆν αὐτοῖς ἀπολαύειν τιμῆς, ἢ τοὐναντίον στέρεσθαι ταύτης, εἰ ἀντιτάττοιντο τῷ προστάγματι, πλεῖστοι ὅσοι τῆς Χριστοῦ βασιλείας στρατιῶται τὴν εἰς αὐτὸν ὁμολογίαν, μὴ μελλήσαντες, τῆς δοκούσης δόξης καὶ εὐπραγίας ἧς εἶχον ἀναμφιλόγως προυτίμησαν.

ἤδη δὲ σπανίως τού-

v.4.p.354
τῶν εἷς που καὶ δεύτερος οὐ μόνον τῆς ἀξίας τὴν ἀποβολὴν, ἀλλὰ καὶ θάνατον τῆς εὐσεβοῦς ἐνστάσεως ἀντικατηλλάττοντο, μετρίως πως ἤδη τότε τοῦ τὴν ἐπιβολὴν ἐνεργοῦντος καὶ μέχρις αἵματος ἐπ’ ἐνίων φθάνειν ἐπιτολμῶντος, τοῦ πλήθους, ὡς ἔοικε, τῶν πιστῶν δεδιττομένου τε αὐτὸν ἔτι καὶ ἀποκναίοντος ἐπὶ τὸν κατὰ πάντων ἀθρόως ἐφορμῆσαι πόλεμον.

ὡς δὲ καὶ γυμνότερον ἐπαπεδύετο οὐδ’ ἔστι λόγῳ δυνατὸν ἀφηγήσασθαι, ὅσους καὶ ὁποίους τοῦ θεοῦ μάρτυρας ὀφθαλμοῖς παρῆν ὁρᾶν τοῖς ἀνὰ πάσας τάς τε πόλεις καὶ τὰς χώρας οἰκοῦσιν.