Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. VII, 22] Τοιαῦτ᾿ ἦν τὰ δια` παντὸς τοῦ διωγμοῦ παρατετακότα, δεκάτῳ μὲν ἔτει σὺν θεοῦ χάριτι παντελῶς πεπαυμένου, λωφᾶν γε μὴν μετ᾿ ὄγδοον ἔτος ἐναρξαμένου. ὡς γὰρ τὴν εἰς ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεων ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ καθ᾿ ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι᾿ ὧν πάλαι τὰ τῶν καθ᾿ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξότατα μεταθέμενοι τὴν γνώμην παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασι καὶ διατάγμασιν ἡμερωτάτοις τὴν ἐπὶ μέγα ἁφθεῖσαν τοῦ διωγμοῦ πυρκαϊὰν σβεννύντες.
οὐκ ἀνθρώπινον δέ τι τούτου κατέ-
καὶ γὰρ εἴ τι ταῦτ’ ἐχρῆν κατὰ θείαν γενέσθαι κρίσιν, ἀλλὰ οὐαὶ, φησὶν ὁ λόγος, δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. μέτεισι γοῦν αὐτὸν θεήλατος κόλασις, ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς, καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα.
ἀθρόα μὲν γὰρ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται αὐτῷ, εἶθ’ ἕλκος ἐν βάθει συριγγῶδες, καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτω σπλάγχνων, ἀφ’ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν, θανατώδη τε ὀδμὴν ἀποπνέειν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας αὐτῷ καὶ πρὸ τῆς νόσου εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν.
ἰατρῶν δ’ οὖν οἱ μὲν οὐδ’ ὅλως ὑπομεῖναι τὴν τοῦ δυσώδους ὑπερβάλλουσαν ἀτοπίαν οἷοί τε κατεσφάττοντο, οἱ δὲ διῳδηκότος τοῦ παντὸς ὄγκου καὶ εἰς ἀνέλπιστον σωτηρίας ἀποπεπτωκότος μηδὲν ἐπικουρεῖν δυνάμενοι ἀνηλεῶς ἐκτείνοντο.
[Nic. H. E. VII, 22-23] τοσούτοις παλαίων κακοῖς συναίσθησιν τῶν κατὰ τῶν [*](11 Matth. 18, 7. 17 Euseb. Vita Constant. 1, 57.)
αὐτίκα γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος ἥπλωτο κατὰ πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ’ ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον·
“
Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμῖνος, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Θηβαι·κὸς μέγιστος, Σαρματι- “κὸς μέγιστος πεντάκις, Περσῶν μέγιστος δὶς, Καρ- “πῶν μέγιστος ἑξάκις, Ἀρμενίων μέγιστος, Μηδῶν μέγιστος, Ἀδιαβηνῶν μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ εἰκοστὸν, αὐτοκράτωρ τὸ ἐννεακαιδέκατον “ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος, ἀνθύπατος· “
καὶ αὐτοκράτωρ Καῖσαρ Φλάουιος Κωνσταντῖνος, εὐσεβὴς, εὐτυχὴς, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας “τὸ πέμπτον, αὐτοκράτωρ τὸ πέμπτον, ὕπατος, πατὴρ ‘πατρίδος, ἀνθύπατος·
καὶ αὐτοκράτωρ Καῖσαρ “Οὐαλέριος Λικιννιανὸς, εὐσεβὴς, εὐτυχὴς, ἀνίκη- “τος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ τέταρτον, αὐτοκράτωρ τὸ τρίτον, ὕπατος, ‘πατὴρ πατρίδος, ἀνθύπατος, ἐπαρχιώταις ἰδίοις “χαίρειν.
μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ “χρησίμου καὶ λυσιτελοῦς τοῖς δημοσίοις διατυπού- “μεθα, ἡμεῖς μὲν βεβουλήμεθα πρότερον κατὰ τοὺς