Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μόνη γοῦν τῶν ἄλλων ὑπὸ τοῦ τυράννου μεμοιχευμένων Χριστιανὴ τῶν ἐπ’ Ἀλεξανδρείας ἐπισημοτάτη τε καὶ λαμπροτάτη τὴν ἐμπαθῆ καὶ ἀκόλαστον Μαξιμίνου ψυχὴν δι’ ἀνδρειοτάτου παραστήματος ὐπερεξενίκησεν, ἔνδο- [*](12 Euseb. Laud. Const. c. 7.)

v.4.p.376
ξος μὲν τἄλλα πλούτῳ τε καὶ γένει καὶ παιδείᾳ, πάντα γε μὴν δεύτερα σωφροσύνης τεθειμένη, ἣν καὶ πολλὰ λιπαρήσας κτεῖναι μὲν ἑτοίμως θνήσκειν ἔχουσαν οὐχ οἷός τε ἦν, τῆς ἐπιθυμίας μᾶλλον τοῦ θυμοῦ κατακρατούσης αὐτοῦ, φυγῇ δὲ ζημιώσας πάσης ἀφείλετο τῆς οὐσίας.

μυρίαι δ’ ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων πορνείας ἀπειλὴν μηδ’ ἀκοῦσαι δεδυνημέναι πᾶν εἶδος βασάνων καὶ στρεβλώσεων καὶ θανατηφόρου κολάσεως ὑπέστησαν. θαυμασταὶ μὲν οὖν καὶ αὗται, ὑπερφυῶς γε μὴν θαυμασιωτάτη ἡ ἐπὶ Ῥώμης εὐγενεστάτη τῷ ὄντι καὶ σωφρονεστάτη γυνὴ πασῶν, αἷς ἐμπαροινεῖν ὁ ἐκεῖσε τύραννος Μαξέντιος τὰ ὅμοια Μαξιμίνῳ δρῶν ἐπειρᾶτο.