Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

κατὰ πάντων γέ τοι αὐτῷ ταῦτα προυχώρει, μὴ ὅτι μόνων Χριστιανῶν, οἴ θανάτου καταφρονήσαντες παρ’ οὐδὲν αὐτοῦ τὴν τοσαύτην ἔθεντο τυραννίδα. οἱ μὲν γὰρ ἄνδρες ἀνατλάντες πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθοὺς, ἀποτομάς τε μελῶν καὶ καυτῆρας, καὶ ὀφθαλμῶν κεντήσεις τε καὶ ἐξορύξεις, καὶ τοῦ παντὸς σώματος ἀκρωτηριασμοὺς, λιμόν τε ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ, ἐπὶ πάντων μᾶλλον ὑπομονὴν τὴν ὑπὲρ εὐσεβείας ἐνεδείξαντο ἢ τὸ σέβας τὸ εἰς θεὸν εἰδώλοις ἀντικατηλλάξαντο.

αἶ δ’ αὖ γυναῖκες οὐχ ἧττον τῶν ἀνδρῶν ὑπὸ τῆς τοῦ θείου λόγου διδασκαλίας ἠρρενωμέναι, αἶ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς Ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δὲ ἐπὶ φθορὰν ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώκασι.

μόνη γοῦν τῶν ἄλλων ὑπὸ τοῦ τυράννου μεμοιχευμένων Χριστιανὴ τῶν ἐπ’ Ἀλεξανδρείας ἐπισημοτάτη τε καὶ λαμπροτάτη τὴν ἐμπαθῆ καὶ ἀκόλαστον Μαξιμίνου ψυχὴν δι’ ἀνδρειοτάτου παραστήματος ὐπερεξενίκησεν, ἔνδο- [*](12 Euseb. Laud. Const. c. 7.)

v.4.p.376
ξος μὲν τἄλλα πλούτῳ τε καὶ γένει καὶ παιδείᾳ, πάντα γε μὴν δεύτερα σωφροσύνης τεθειμένη, ἣν καὶ πολλὰ λιπαρήσας κτεῖναι μὲν ἑτοίμως θνήσκειν ἔχουσαν οὐχ οἷός τε ἦν, τῆς ἐπιθυμίας μᾶλλον τοῦ θυμοῦ κατακρατούσης αὐτοῦ, φυγῇ δὲ ζημιώσας πάσης ἀφείλετο τῆς οὐσίας.

μυρίαι δ’ ἄλλαι πρὸς τῶν κατ’ ἔθνος ἀρχόντων πορνείας ἀπειλὴν μηδ’ ἀκοῦσαι δεδυνημέναι πᾶν εἶδος βασάνων καὶ στρεβλώσεων καὶ θανατηφόρου κολάσεως ὑπέστησαν. θαυμασταὶ μὲν οὖν καὶ αὗται, ὑπερφυῶς γε μὴν θαυμασιωτάτη ἡ ἐπὶ Ῥώμης εὐγενεστάτη τῷ ὄντι καὶ σωφρονεστάτη γυνὴ πασῶν, αἷς ἐμπαροινεῖν ὁ ἐκεῖσε τύραννος Μαξέντιος τὰ ὅμοια Μαξιμίνῳ δρῶν ἐπειρᾶτο.

ὡς γὰρ ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο, Χριστιανὴ δὲ καὶ αὕτη ἦν), τόν τε ἄνδρα τὸν αὐτῆς, καὶ ταῦτα Ῥωμαίων ὄντα ἔπαρχον, τοῦ δέους ἕνεκα λαβόντας ἄγειν αὐτὴν ἐπιτρέψαντα, εἰς βραχὺν ὑποπαραιτησαμένη, ὡς ἂν δὴ κατακοσμηθείη τὸ σῶμα, εἴσεισιν ἐπὶ τοῦ ταμιείου, καὶ μονωθεῖσα ξίφος καθ’ ἑαυτῆς πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλιμπάνει, ἔργοις δ’ αὐτοῖς ἁπάσης φωνῆς γεγωνοτέροις, ὅτι μόνον χρημάτων ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ παρὰ Χριστιανοῖς νοῖς ἀρετὴ πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετὰ ταῦτα γενησομένους ἐξέφηνε.

τοσαύτη δῆτα κακίας φορὰ ὑφ’ ἔνα καὶ τὸν αὐτὸν συνηνέχθη καιρὸν, πρὸς τῶν δύο τυράννων ἀνατολὴν καὶ δύσιν διειληφότων κατεργασθεῖσα. τίς δ’ ἂν τὴν τῶν τοσούτων διερευνώμενος αἰτίαν διστάξαι μὴ οὐχὶ τὸν καθ’ ἡμῶν διωγμὸν ἀποφήνασθαι; ὅτε γε ἁλιστὰ οὐ πρότερον τὰ

v.4.p.377
τῆς τοσῆσδε πέπαυτο συγχύσεως ἢ Χριστιανοὺς τὰ τῆς παρρησίας ἀπολαβεῖν.