Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
πάλιν δὲ ἐπὶ πολὺ γυμνάσας τὸ πρόβλημα ταῦτα ἐπιλέγει ‟μεμάθηκα καὶ τοῦτο, ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ μόνον ‟τοῦτο παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς ‟πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις “ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκο- “νίῳ καὶ Συννάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν· ‟ὧν τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλο- “νεικίαν ἐμβαλεῖν οὐχ ὑπομένω. οὐ γὰρ μετακινήσεις, [*](31 Deut. 19, 14.)
v.4.p.302
‟φησὶν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες ‟σου.”