Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
μεθ’ ἕτερα δ’ αὖθις τὸν βίον τοῦ αὐτοῦ, οἵας ἐτύγχανεν ἀγωγῆς, διαγράφουσιν ἐν τούτοις “ὅπου γε ἀποστὰς “τοῦ κανόνος ἐπὶ κίβδηλα καὶ νόθα διδάγματα με- “τελήλυθεν, οὐδὲν δεῖ τοῦ ἔξω ὄντος τὰς πράξεις
οὐδ’ ὅτι πρότερον πένης ὢν καὶ πτωχὸς, καὶ μήτε παρὰ πατέρων παραλαβὼν μηδεμίαν εὐπορίαν, μήτε ἐκ τέχνης ἤ τινος ἐπιτηδεύματος κτησάμενος, νῦν εἰς ὑπερβάλλοντα πλοῦτον ἐλήλακεν, ἐξ ἀνομιῶν καὶ ἱεροσυλιῶν καὶ ὧν αἰτεῖ καὶ σείει τοὺς ἀδελφοὺς, καταβραβεύων τοὺς ἀδικουμένους, “καὶ ὑπισχνούμενος βοηθήσειν μισθοῦ, ψευδόμενος “δὲ καὶ τούτους, καὶ μάτην καρπούμενος τὴν τῶν ἐν πράγμασιν ὄντων ἑτοιμότητα πρὸς τὸ διδόναι ὑπὲρ ἀπαλλαγῆς τῶν ἐνοχλούντων, πορισμὸν ἡγούμενος “τὴν θεοσέβειαν·
οὔτε ὡς ὑψηλοφρόνει καὶ ὑπερ- ‘ῆρται κοσμικὰ ἀξιώματα ὑποδυόμενος, καὶ δουκη- “νάριος μᾶλλον ἢ ἐπίσκοπος θέλων καλεῖσθαι, καὶ “σοβῶν κατὰ τὰς ἀγορὰς, καὶ ἐπιστολὰς ἀναγινώ- “σκων καὶ ὑπαγορεύων, ἅμα βαδίζων δημοσίᾳ καὶ “δορυφορούμενος, τῶν μὲν προπορευομένων, τῶν δὲ ἐφεπομένων πολλῶν τὸν ἀριθμὸν, ὡς καὶ τὴν πίστιν φθονεῖσθαι καὶ μισεῖσθαι διὰ τὸν ὄγκον αὐ- “τοῦ καὶ τὴν ὑπερηφανίαν τῆς καρδίας·
οὔτε τὴν ἐν ταῖς ἐκκλησιαστικαῖς συνόδοις τερατείαν, ἣν μη- ῾χανᾶται δοξοκοπῶν καὶ φαντασιοκοπῶν, καὶ τὰς τῶν ἀκεραιοτέρων ψυχὰς τοῖς τοιούτοις ἐκπλήττων, βῆμα μὲν καὶ θρόνον ὑψηλὸν ἑαυτῷ κατασκευασά- “μένος, οὐχ ὡς Χριστοῦ μαθητὴς, σήκρητον δὲ, “ὥσπερ οἷ τοῦ κόσμου ἄρχοντες, ἔχων τε καὶ ὀνομάζων, παίων τε τῇ χειρὶ τὸν μηρὸν, καὶ τὸ βῆμα “ἀράττων τοῖς ποσὶ, καὶ τοῖς μὴ ἐπαινοῦσι μηδὲ “ὥσπερ ἐν τοῖς θεάτροις κατασείουσι ταῖς ὀθόναις “μηδ’ ἐκβοῶσί τε καὶ ἀναπηδῶσι κατὰ τὰ αὐτὰ τοῖς “μηδ’ ἀμφ’ αὐτὸν στασιώταις ἀνδράσι τε καὶ γυναίοις, “ἀκόσμως οὕτως ἀκροωμένοις, τοῖς δ’ οὖν ὡς ἐν “οἵκῳ θεοῦ σεμνοπρεπῶς καὶ εὐτάκτως ἀκούουσιν
ψαλμοὺς δὲ τοὺς μὲν εἰς τὸν κύριον ἡμῶν “Ἰησοῦν Χριστὸν παύσας, ὡς δὴ νεωτέρους καὶ νεω- “τέρων ἀνδρῶν συγγράμματα, εἰς ἑαυτὸν δὲ ἐν μέσῃ “τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ τοῦ πάσχα ἡμέρᾳ ψαλμῳδεῖν “γυναῖκας παρασκευάζων, ὧν καὶ ἀκούσας ἄν τις “φρίξειεν, οἷα καὶ τοὺς θωπεύοντας αὐτὸν ἐπισκό- “πους τῶν ὁμόρων ἀγρῶν τε καὶ πόλεων καὶ πρεσ- “βυτέρους ἐν ταῖς πρὸς τὸν λαὸν ὁμιλίαις καθίησι “διαλέγεσθαι.
τὸν μὲν γὰρ υἱὸν τοῦ θεοῦ οὐ “βούλεται συνομολογεῖν ἐξ οὐρανοῦ κατεληλυθέναι, “(ἵνα τι προλαβόντες τῶν μελλόντων γραφήσεσθαι “θῶμεν· καὶ τοῦτο οὐ λόγῳ ψιλῷ ῥηθήσεται, ἀλλ᾿ “ἐξ ὧν ἐπέμψαμεν ὑπομνημάτων δείκνυται πολλα- “χόθεν, οὐχ ἥκιστα δὲ ὅπου λέγει Ἰησοῦν Χριστὸν “κάτωθεν), οἱ δὲ εἰς αὐτὸν ψάλλοντες καὶ ἐγκωμιά- “ζοντες ἐν τῷ λαῷ ἄγγελον τὸν ἀσεβῆ διδάσκαλον “ἑαυτῶν ἐξ οὐρανοῦ κατεληλυθέναι λέγουσι, καὶ “ταῦτα οὐ κωλύει, ἀλλὰ καὶ λεγομένοις πάρεστιν ὁ “ὑπερήφανος.
τὰς δὲ συνεισάκτους αὐτοῦ γυναῖ- “κας, ὡς Ἀντιοχεῖς ὀνομάζουσι, καὶ τῶν περὶ αὐτὸν “πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ τὰ “ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύπτει, συνει- “δὼς καὶ ἐλέγξας , ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ “ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγο- “ρεῖν τῷ καθ᾿ ἑαυτοὺς φόβῳ — ἀλλὰ καὶ πλουσί- “ους ἀπέφηνεν, ἐφ᾿ ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούν- “των φιλεῖται καὶ θαυμάζεται — τί ἂν ταῦτα γρά- “φοιμεν;
ἐπιστάμεθα δὲ, ἀγαπητοὶ, ὅτι τὸν ἐπί-
πῶς γὰρ “ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον μὴ συγκατα- “βαίνειν ἐπὶ πλέον εἰς ταὐτὸν γυναικὶ, μὴ ὀλίσθῃ “φυλαττόμενον, ὡς γέγραπται, ὅστις μίαν μὲν ἀπέ “στησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς “ὄψιν ἔχει μεθ’ ἑαυτοῦ, κἂν ἀπίῃ που, συμπερι- “φέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιμπλάμενος; “
ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται πάντες “καθ’ ἑαυτοὺς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυνα- “στείαν αὐτοῦ πεφόβηνται ὥστε κατηγορεῖν μὴ τολ- “μᾶν.
ἀλλὰ ταῦτα μὲν, ὡς προειρήκαμεν, ηὔθυ- “νεν ἄν τις τὸν ἄνδρα, τὸ γοῦν φρόνημα καθολικὸν “ἔχοντα καὶ συγκαταριθμούμενον ἡμῖν, τὸν δὲ ἐξορ- “χησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ “αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα ῾αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς “λογισμοὺς ἀπαιτεῖν.“
εἶτ’ ἐπὶ τέλει τῆς ἐπι- “στολῆς ταῦτ’ ἐπιλέγουσιν· ἠναγκάσθημεν οὖν, ἀν- “τιτασσόμενον αὐτὸν τῷ θεῷ καὶ μὴ εἴκοντα ἐκ- “κηρύξαντες, ἕτερον ἀντ’ αὐτοῦ τῇ καθολικῇ ἐκκλη- “σίᾳ καταστῆσαι ἐπίσκοπον, θεοῦ προνοίᾳ, ὡς “πεπείσμεθα, τὸν τοῦ μακαρίου Δημητριανοῦ καὶ “ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον, ἅπασι τοῖς πρέπουσιν ἐπι- “σκόπῳ καλοῖς κεκοσμημένον· ἐδηλώσαμέν τε ὑμῖν
τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἐκπεπτωκότος Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας διεδέξατο.
ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς ἐκκλησίας οἴκου θέλοντος, βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφε, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν ῾Ρωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστείλαιεν. οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αἰσχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς ἐκκλησίας.
τοιοῦτος μέν γέ τις ἦν τὸ τηνικάδε περὶ ἡμᾶς ὁ Αὐρηλιανὸς, προϊούσης δ᾿ αὐτῷ τῆς ἀρχῆς ἀλλοῖόν τι περὶ ἡμῶν φρονήσας ἤδη τισὶ βουλαῖς, ὡς ἂν διωγμὸν καθ᾿ ἡμῶν ἐγείρειεν, ἀνεκινεῖτο, πολύς τε ἦν ὁ παρὰ πᾶσι περὶ τούτου λόγος.
μέλλοντα δὲ ἤδη καὶ σχεδὸν εἰπεῖν τοῖς καθ᾿ ἡμῶν γράμμασιν ὑποσημειούμενον θεία μέτεισιν δίκη, μονονουχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως αὐτὸν ἀποδεσμοῦσα, λαμπρῶς τε τοῖς πᾶσι συνορᾶν παριστῶσα, ὡς οὔποτε γένοιτ᾿ ἂν ῥᾳστώνη τοῖς τοῦ βίου ἄρχουσι κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει, παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ᾿ οὓς ἂν αὐτὴ δοκιμάζοι καιροὺς, τοῦτ᾿ ἐπιτελεῖσθαι συγχωρούσης.
ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Πρόβος, καὶ τοῦτον δέ που τοῖς ἴσοις ἐπικατασχόντα Κᾶρος ἅμα παισὶ Καρίνῳ καὶ Νουμεριανῷ· πάλιν τ᾿ αὖ καὶ τούτων οὐδ᾿ ὅλοις τρισὶν
ἀλλὰ γὰρ μικρῷ τούτου πρότερον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν διαδέχεται Φῆλιξ.
[Nic. H. E. VI, 31-32] Ἐν τούτῳ καὶ ὁ Μανεὶς τὰς φρένας, ἐπώνυμός τε τῆς δαιμονώσης αἱρέσεως, τὴν τοῦ λογισμοῦ παρατροπὴν καθωπλίζετο, τοῦ δαίμονος, αὐτοῦ δήπου τοῦ θεομάχου σατανᾶ, ἐπὶ λύμῃ πολλῶν τὸν ἄνδρα προβεβλημένου. βάρβαρος δῆτα τὸν βίον αὐτῷ λόγῳ καὶ τρόπῳ, τήν τε φύσιν δαιμονικός τις ὢν καὶ μανιώδης, ἀκόλουθα τούτοις ἐγχειρῶν, Χριστὸν αὐτὸν μορφάζεσθαι ἐπειρᾶτο, τοτὲ μὲν τὸν παράκλητον καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον· αὐτὸς ἑαυτὸν ἀνακηρύττων, καὶ τυφούμενός γε ἐπὶ τῇ μανίᾳ, τοτὲ δὲ, οἷα Χριστὸς, μαθητὰς δώδεκα κοινωνοὺς τῆς καινοτομίας αἱρούμενος.
δόγματά γε μὴν ψευδῆ καὶ ἄθεα ἐκ μυρίων τῶν πρόπαλαι ἀπεσβηκότων ἀθέων συμπεφορημένα καττύσας, ἐκ τῆς Περσῶν ἐπὶ τὴν καθ’ ἡμᾶς οἰκουμένην ὥσπερ τινὰ θανατηφόρον ἰὸν ἐξωμόρξατο, ἀφ’ οὗ δὴ τὸ Μανιχαίων δυσσεβὲς ὄνομα τοῖς πολλοῖς εἰσέτι νῦν ἐπιπολάζει. τοιαύτη μὲν οὖν ἡ καὶ τῆσδε τῆς ψευδωνύμου γνώσεως ὑπόθεσις, κατὰ τοὺς δεδηλωμένους ὑποφυείσης χρόνους,