Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
πολλοὺς δὲ ὁμωνύμους Ἰωάννῃ τῷ ἀπο- ῾στόλῳ νομίζω γεγονέναι, οἳ διὰ τὴν πρὸς ἐκεῖνον ‘ἀγάπην, καὶ τὸ θαυμάζειν καὶ ζηλοῦν, ἀγαπηθῆναί “τε ὁμοίως αὐτῷ βούλεσθαι ὑπὸ τοῦ κυρίου, καὶ τὴν “ἐπωνυμίαν τὴν αὐτὴν ἠσπάσαντο, ὥσπερ καὶ ὁ Παῦ- “λος πολὺς καὶ δὴ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν παι- “σὶν ὀνομάζεται.
ἔστι μὲν οὖν καὶ ἕτερος Ἰωάννης “ἐν ταῖς Πράξεσι τόν ἀποστόλων ὁ ἐπικληθεὶς Μάρ- “κος, ὃν Βαρνάβας καὶ Παῦλος ἑαυτοῖς συμπαρέλα- “βον, περὶ οὗ καὶ πάλιν λέγει εἶχον δὲ καὶ Ἰωάννην “ὑπηρέτην.’ εἰ δὲ οὗτος ὁ γράψας ἐστὶν οὐκ ἂν “φαίην· οὐδὲ γὰρ ἀφῖχθαι σὺν αὐτοῖς εἰς τὴν Ἀσίαν “γέγραπται, ἀλλὰ ἀναχθέντες μὲν, φησὶν, ἀπὸ τῆς “Πάφου οἶ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς “Παμφυλίας, Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν “ὑπέστρεψεν Ἱεροσόλυμα.
ἄλλον δέ τινα “τῶν ἐν Ἀσίᾳ γενομένων, ἐπεὶ καὶ δύο φασὶν ἐν Ἐφέσῳ γενέσθαι μνήματα, καὶ ἑκάτερον Ἰωάννου [*](23 Act. 13, 5. 26 Act. 13, 13.)
καὶ ἀπὸ τῶν νοημάτων δὲ καὶ ἀπὸ τῶν ῥημάτων καὶ τῆς συντάξεως αὐτῶν εἰκότως ἕτερος οὗτος παρ’ ἐκεῖνον ὑπονοηθήσεται.
συνᾴδουσι μὲν γὰρ ἀλλήλοις τὸ εὐαγγέλιον καὶ ἡ ἐπιστολὴ, ὁμοίως τε ἄρχονται. τὸ μέν φησιν· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἡ δὲ, ὃ ἦν ἀπ’ ἀρχῆς. τὸ μέν φησι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός· ἡ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη.
ταῦτα γὰρ προανακρούεται διατεινόμενος, ὡς ἐν τοῖς ἑξῆς ἐδήλωσε, πρὸς τοὺς οὐκ έν σαρκὶ φάσκοντας ἐληλυθέναι τὸν κύριον· διὸ καὶ συνῆψεν ἐπιμελῶς· καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἣν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν.
ἔχεται αὑτοῦ καὶ τῶν προθέσεων οὐκ ἀφίσταται, διὰ δὲ τῶν αὐτῶν κεφαλαίων καὶ ὀνομάτων πάντα διεξέρχεται, ὧν τινα μὲν ἡμεῖς συντόμως ὑπεμνήσαμεν.