Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ τέλος ὅ τε τῆς διδαχῆς ταύ- ‘της ἀρχηγὸς καὶ εἰσηγητὴς, ὁ καλούμενος Κορακίων, “ἐν ἐπηκόῳ πάντων τῶν παρόντων ἀδελφῶν ὡμολό- “γησε καὶ διεμαρτύρατο ἡμῖν μηκέτι τούτῳ προσ- “έξειν, μηδὲ διαλέξεσθαι περὶ τούτου, μηδὲ μεμνῆ- “σθαι, μηδὲ διδάξειν, ὡς ἱκανῶς ὑπὸ τῶν ἀντι- “λεχθέντων ᾑρημένος· τῶν τε ἄλλων ἀδελφῶν οἱ “παρόντες ἔχαιρον ἐπὶ τῇ κοινολογίᾳ καὶ τῇ πρὸς “πάντας συγκαταβάσει καὶ συνδιαθέσει.’’

[Nic. H. E. VI, 22-23] Εἶθ’ ἐξῆς ὑποβὰς περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου ταῦτά φησι· τινὲς μὲν οὖν τῶν πρὸ ἡμῶν ἠθέτησαν καὶ ἀνεσκεύασαν πάντη τὸ βιβλίον, καθ’ ἕκαστον κεφάλαιον διευθύνοντες ἄγνωστόν τε καὶ ἀσυλλόγιστον ἀποφαίνοντες, ψεύδεσθαί τε τὴν ἐπιγραφήν.

Ἰωάννου γὰρ οὐκ εἶναι λέγουσιν· ἀλλ’ οὐδ’ ἀποκάλυψιν εἷναι, τὴν σφοδρῷ καὶ παχεῖ κεκαλυμμένην τῷ τῆς ἀγνοίας παραπετάσματι· καὶ οὐχ ὅπως τῶν ἀποστόλων τινὰ, ἀλλ’ οὐδ’ ὅλως τῶν ἁγίων ἢ τῶν ἀπὸ τῆς ἐκκλησίας τούτου γεγονέναι ποιητὴν τοῦ συγγράμματος, Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ’ ἐκείνου κληθεῖσαν Κηρινθιανὴν συστησάμενον αἵρεσιν, ἀξιόπιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ πλάσματι ὄνομα.

τοῦτο γὰρ εἶναι τῆς διδα- ‘σκαλίας αὐτοῦ τὸ δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν, καὶ ὧν αὐτὸς ὠρέγετο φιλοσώματος ὢν καὶ πάνυ σαρκικὸς, ἐν τούτοις ὀνειροπολεῖν ἔσεσθαι, γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα πλησμοναῖς, τουτέστι σιτίοις καὶ ποτοῖς καὶ γάμοις, καὶ δι’ ὧν εὐφημότερον ταῦτα ᾠήθη ποριεῖσθαι,

v.4.p.326
“ἑορταῖς καὶ θυσίαις καὶ ἱερείων σφαγαῖς.

ἐγὼ “δὲ ἀθετῆσαι μὲν οὐκ ἂν τολμήσαιμι τὸ βιβλίον, “πολλῶν αὐτὸ διὰ σπουδῆς ἐχόντων ἀδελφῶν, μεί- “ζονα δὲ τῆς ἐμαυτοῦ φρονήσεως τὴν ὑπόληψιν τὴν “περὶ αὐτοῦ λαμβάνων, κεκρυμμένην εἶναί τινα καὶ “θαυμασιωτέραν τὴν καθ’ ἕκαστον ἐκδοχὴν ὑπολαμ- “βάνω. καὶ γὰρ εἰ μὴ συνίημι, ἀλλ’ ὑπονοῶ γε νοῦν “τινὰ βαθύτερον ἐγκεῖσθαι τοῖς ῥήμασιν.

οὐκ “ἰδίῳ ταῦτα μετρῶν καὶ κρίνων λογισμῷ, πίστει δὲ “τὸ πλέον νέμων, ὑψηλότερα ἢ ὑπ’ ἐμοῦ καταληφθῆ- “ναι νενόμικα, καὶ οὐκ ἀποδοκιμάζω ταῦτα, ἃ μὴ “συνεώρακα, θαυμάζω δὲ μᾶλλον ὅτι μὴ καὶ εἶδον.’’

ἐπὶ τούτοις τὴν ὅλην τῆς Ἀποκαλύψεως βασανίσας γραφὴν, ἀδύνατον δὲ αὐτὴν κατὰ τὴν πρόχειρον ἀποδείξας νοεῖσθαι διάνοιαν, ἐπιφέρει λέγων “συν- “τελέσας δὴ πᾶσαν ὡς εἰπεῖν τὴν προφητείαν, μα- “καρίζει ὁ προφήτης τούς τε φυλάσσοντας αὐτὴν “καὶ δὴ καὶ ἑαυτόν. μακάριος γὰρ, φησὶν, ὁ τηρῶν “τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, “κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα.

κα- ῾λεῖσθαι μὲν οὖν αὐτὸν Ἰωάννην, καὶ εἶναι τὴν γρα- “φὴν Ἰωάννου ταύτην, οὐκ ἀντερῶ. ἁγίου μὲν γὰρ “εἶναί τινος καὶ θεοπνεύστου συναινῶ, οὐ μὴν ῥᾳ- “δίως ἂν συνθείμην τοῦτον εἶναι τὸν ἀπόστολον, τὸν “υἱὸν Ζεβεδαίου, τὸν ἀδελφὸν Ἰακώβου, οὗ τὸ εὐ- “αγγέλιον τὸ κατὰ Ἰωάννην ἐπιγεγραμμένον καὶ ἡ “ἐπιστολὴ ἡ καθολική.

τεκμαίρομαι γὰρ ἔκ τε “τοῦ ἤθους ἐκατέρων καὶ τοῦ τῶν λόγων εἴδους, “καὶ τῆς τοῦ βιβλίου διεξαγωγῆς λεγομένης, μὴ τὸν “αὐτὸν εἶναι. ὁ μὲν γὰρ εὐαγγελιστὴς οὐδαμοῦ τὸ [*](18 Apoc. 22, 7. 8.)

v.4.p.327
“ὄνομα αὐτοῦ παρεγγράφει, οὐδὲ κηρύσσει ἑαυτὸν, “οὔτε διὰ τοῦ εὐαγγελίου οὔτε διὰ τῆς ἐπιστολῆς.’’

εἷθ’ ὑποβὰς ταῦτα λέγει πάλιν “’Ιωάννης δὲ οὐδαμοῦ “οὐδὲ ὡς περὶ ἑαυτοῦ οὐδὲ ὡς περὶ ἑτέρου· ὁ δὲ τὴν Ἀποκάλυψιν γράψας εὐθύς τε ἐν ἀρχὴ ἑαυτὸν προ- ‘τάσσει· Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν “δεῖξαι τοῖς δούλοις αὐτοῦ ἐν τάχει, καὶ ἐσήμανεν ἀπο- “στείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰω- “άννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρ- ‘τυρίαν αὐτοῦ, ὅσα εἶδεν.

εἶτα καὶ ἐπιστολὴν “γράφει· ῾Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ “Ἀσίᾳ, χάρις ὑμίν καὶ εἰρήνη. ὁ δέ γε ῾στὴς οὐδὲ τῆς καθολικῆς ἐπιστολῆς προέγραψεν “ἑαυτοῦ τὸ ὄνομα, ἀλλὰ ἀπερίττως ἀπ’ αὐτοῦ τοῦ “μυστηρίου τῆς θείας ἀποκαλύψεως ἤρξατο ‘ὃ ἦν ἀπ’ “ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς “ἡμῶν.’ ἡμῶν. ἐπὶ ταύτῃ γὰρ τῇ ἀποκαλύψει καὶ ὁ κύριος ῾τὸν Πέτρον ἐμακάρισεν εἰπών ῾μακάριος εἶ Σίμων ῾βὰρ Ἰωνᾶ, ὅτι ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ ‘ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος.’

ἀλλ’ οὐδὲ ἐν τῇ “δευτέρᾳ φερομένῃ Ἰωάννου καὶ τρίτη, καίτοι βραχείαις οὔσαις ἐπιστολαῖς, ὁ Ἰωάννης ὀνομαστὶ πρό- ’κειται, ἀλλὰ ἀνωνύμως ὁ πρεσβύτερος γέγραπται. “οὗτος δέ γε οὐδὲ αὔταρκες ἐνόμισεν, ἅπαξ ἑαυτὸν ὀνομάσας διηγεῖσθαι τὰ ἑξῆς, ἀλλὰ πάλιν ἀναλαμβάνει ῾ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.· “καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα εἶπε ῾μακάριος ὁ [*](6 Apoc. 1, 1. 2. 11 Apoc. 1, 4. 15 1 loann. 1, 1. 18 Matth. 16, 17.26 Apoc. 1,9. 30 Apoc. 22, 7.)

v.4.p.328
“τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τού- “του· κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. “