Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καὶ πρὸς μὲν παρόντα καὶ ψιλῷ λόγῳ δογματίζοντα αὐτάρκης ἦν ἂν ἡ ἄγραφος ὁμιλία, δι’ ἐρωτήσεως καὶ ἀποκρίσεως πείθουσα καὶ συμβιβά- ζουσα τοὺς ἀντιδιατιθεμένους· γραφῆς δὲ ἐκκειμένης, ὡς δοκεῖ τισὶ, πιθανωτάτης, καί τινων διδασκάλων τὸν μὲν νόμον καὶ τοὺς προφήτας τὸ μηδὲν “ἡγουμένων, καὶ τὸ τοῖς εὐαγγελίοις ἕπεσθαι παρέντων, καὶ τὰς τῶν ἀποστόλων ἐπιστολὰς ἐκφαυλισάντων, τὴν δὲ τοῦ συγγράμματος τούτου διδασκαλίαν

v.4.p.324
“ὡς μέγα δή τι καὶ κεκρυμμένον μυστήριον κατεπαγ- “γελλομένων, καὶ τοὺς ἁπλουστέρους ἀδελφοὺς ἡμῶν “οὐδὲν ἐώντων ὑψηλὸν καὶ μεγαλεῖον φρονεῖν οὔτε “περὶ τῆς ἐνδόξου καὶ ἀληθῶς ἐνθέου τοῦ κυρίο “ἡμῶν ἐπιφανείας, οὔτε τῆς ἡμετέρας ἐκ νεκρῶν “ἀναστάσεως καὶ τῆς πρὸς αὐτὸν ἐπισυναγωγῆς καὶ “ὁμοιώσεως, ἀλλὰ μικρὰ καὶ θνητὰ καὶ οἷα τὰ νῦν ἐλπί- “ζεῖν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ἀναγκαῖο “καὶ ἡμᾶς ὡς πρὸς παρόντα τὸν ἀδελφὸν ἡμῶν δια- “λεχθῆναι Νέπωτα.”

τούτοις μεθ᾿ ἕτερα ἐπιφέρει λέγων “ἐν μὲν οὖν τῷ Ἀρσινοΐτῃ γενόμενος, ἔνθα, “ὡς οἶδας, πρὸ πολλοῦ τοῦτο ἐπεπόλαζε τὸ δόγμα, “ὡς καὶ σχίσματα καὶ ἀποστασίας ὅλων ἐκκλησιῶν “γεγονέναι, συγκαλέσας τοὺς πρεσβυτέρους καὶ δι- “δασκάλους τῶν ἐν ταῖς κώμαις ἀδελφῶν, παρόντων “καὶ τῶν βουλομένων ἀδελφῶν, δημοσίᾳ τὴν ἐξέτα- “σιν ποιήσασθαι τοῦ λόγου προετρεψάμην.

καὶ “τοῦτό μοι προσαγόντων τὸ βιβλίον ὥς τι ὅπλον καὶ “τεϊχος ἀκαταμάχητον, συγκαθεσθεὶς αὐτοῖς τριῶν “ἑξῆς ἡμερῶν ἐξ ἕω μέχρις ἑσπέρας, διευθύνειν ἐπει- “ράθην τὰ γεγραμμένα.

ἔνθα καὶ τὸ εὐσταθὲς “καὶ τὸ φιλάληθες καὶ τὸ εὐπαρακολούθητον καὶ “συνετὸν ὑπερηγάσθην τῶν ἀδελφῶν, ὡς ἐν τάξει “καὶ μετ᾿ ἐπιεικείας τὰς ἐρωτήσεις καὶ τὰς ἐπαπορή- “σεις καὶ τὰς συγκαταθέσεις ἐποιούμεθα, τὸ μὲν ἐκ “παντὸς τρόπου φιλονείκως τῶν ἅπαξ δοξάντων πε- “ριέχεσθαι, εἰ καὶ μὴ φαίνοιντο ὀρθῶς ἔχοντα, παρ- “αιτησάμενοι, μήτε δὲ τὰς ἀντιλογίας ὑποστελλόμενοι, “ἀλλ᾿ εἰς ὅσον οἷόν τε τῶν προκειμένων ἐπιβατεύειν “καὶ κρατύνειν αὐτὰ πειρώμενοι, μήτε, εἰ λόγος αἱ- “ρεῖ, μεταπείθεσθαι καὶ συνομολογεῖν αἰδούμενοι, “ἀλλ᾿ εὐσυνειδήτως καὶ ἀνυποκρίτως καὶ ταῖς καρ-

v.4.p.325
“δίαις πρὸς τὸν θεὸν ἡπλωμέναις τὰ ταῖς ἀποδείξεσι ‘καὶ διδασκαλίαις τῶν ἁγίων γραφῶν “καταδεχόμενοι.