Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

μετὰ δὲ ταῦτα πόλεμος καὶ λιμὸς ἐπέλαβεν, ἃ “τοῖς ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες “ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν “ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασι· καὶ τῇ “Χριστοῦ πάλιν ἐνηυφράνθημεν εἰρήνῃ, ἣν μόνοις “ἡμῖν δέδωκε.

βραχυτάτης δὲ ἡμῶν τε καὶ αὐτῶν “τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος αὕτη, “πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις, καὶ “συμφορᾶς ἡστινοσοῦν σχετλιώτερον, καὶ ὡς ἴδιός “τις αὐτῶν ἀπήγγειλε συγγραφεὺς, πρᾶγμα μόνον “δὴ τῆς πάντων ἐλπίδος κρεῖσσον γενόμενον· ἡμῖν “δὲ οὐ τοιοῦτο μὲν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐ- “δενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο μὲν γὰρ οὐδὲ “ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη.“

τούτοις ἑξῆς ἐπιφέρει λέγων “οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν “ἡμῶν δι᾿ ὑπερβάλλουσαν ἀγάπην καὶ φιλαδελφίαν “ἀφειδοῦντες ἑαυτῶν καὶ ἀλλήλων ἐχόμενοι, ἐπισκο- “ποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπη- “ρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάτ- “τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀνα- “πιμπλάμενοι πάθους, καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς “ἕλκοντες ἀπὸ τῶν πλησίον, καὶ ἑκόντες ἀναμασσό- “μενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ νοσοκομήσαντες “καὶ ῥώσαντες ἑτέρους ἐτελεύτησαν αὐτοὶ, τὸν ἐκεί- “νων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι, καὶ τὸ

v.4.p.321
“δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκεῖν φιλοφροσύνης ἔχε- “σθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν “περίψημα.

οἱ γοῦν ἄριστοι τῶν παρ’ ἡμῖν ἀδελ- “φῶν τοῦτον τὸν τρόπον ἐξεχώρησαν τοῦ βίου, πρεσ- “βύτεροί τέ τινες καὶ διάκονοι καὶ τῶν ἀπὸ τοῦ λαοῦ “λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ “εἶδος διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν γε- “νόμενον μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν.