Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

πρὸς γοῦν τὰ ἐμαυτοῦ σπλάγχνα, τοὺς “ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς καὶ τῆς αὐτῆς ‘πολίτας ἐκκλησίας ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ’ ὅπως διαπεμψαίμην, ἀμήχανον “φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερ- “όριον, ἀλλὰ καὶ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν Ἀλεξάνδρειαν ἀπ’ αὐτῆς Ἀλεξανδρείας ἐπέλθοι.

τῆς γὰρ ἐρήμου τῆς πολλῆς

v.4.p.318
“ἀτριβοῦς ἐκείνης, ἣν ἐν δυσὶ γενεαῖς διώδευσεν ὁ “Ἰσραὴλ, ἄπειρος μᾶλλον καὶ ἄβατός ἐστιν ἡ μεσαι- “τάτη τῆς πόλεως ὁδός· καὶ τῆς θαλάσσης, ἣν ἐκεῖνοι “ῥαγεῖσαν καὶ διατειχισθεῖσαν ἔσχον ἱππήλατον, καὶ “ὧυ ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν Αἰγύπτιοι, οἱ “γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκὼν, “πολλάκις φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων οἷον “ἐρυθρὰ θάλασσα.

ὁ δ᾿ ἐπιρρέων ποταμὸς τὴμ “πόλιν ποτὲ μὲν ἐρήμου τῆς ἀνύδρου ξηρότερος “ὤφθη, καὶ μᾶλλον αὐχμώδης ἐκείνης, ἣν διαπο- “ρευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωυσοῦ “μὲν καταβοᾶν, ῥυῆναι δ᾿ αὐτοῖς παρὰ τοῦ θαυμάσια “ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν·

ποτὲ “δὲ τοσοῦτον ἐπλήμμυρεν ὡς πᾶσαν τὴν περίχωρον “τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ “Νῶς γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπει- “λήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις καὶ καταποντισμοῖς “κάτεισι μεμιασμένος, οἷος ὑπὸ Μωυσεῖ γέγονε τῷ “Φαραὼ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας.