Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

ἐγὼ δὲ ὅτε μὲν εἰς “Κεφρὼν κεκελεύσμην ἀπελθεῖν, καὶ τὸν τόπον ‟ἠγνόουν ὅποι ποτὲ οὗτός ἐστιν, οὐδὲ τὸ ὄνομα σχε- “δὸν πρότερον ἀκηκοώς· καὶ ὅμως εὐθύμως καὶ “ἀταράχως ἀπῄειν. ἐπεὶ δὲ μετασκηνώσειν εἰς τὰ “Κολλουθίωνος ἀπηγγέλη μοι, ἴσασιν οἱ παρόντες “ὅπως διετέθην· ἐνταῦθα γὰρ ἐμαυτοῦ κατηγορήσω. ‟

τὸ μὲν πρῶτον ἠχθέσθην καὶ λίαν ἐχαλέπηνα· ‟καὶ γὰρ εἰ γνωριμώτεροι καὶ συνηθέστεροι ἐτύγχα- “νον ἡμῖν οἱ τόποι, ἀλλ᾿ ἔρημον μὲν ἀδελφῶν καὶ ‟σπουδαίων ἀνθρώπων ἔφασκον εἶναι τὸ χωρίον, ‟ταῖς δὲ τῶν ὁδοιπορούντων ἐνοχλήσεσι καὶ λῃστῶν “καταδρομαῖς ἐγκείμενον.

ἔτυχον δὲ παραμυθίας, “ὑπομνησάντων με τῶν ἀδελφῶν, ὅτι γειτνιᾷ μᾶλλον ‟τῇ πόλει, καὶ ἡ μὲν Κεφρὼν πολλὴν ἡμῖν ἦγεν “ἀδελφῶν τῶν ἀπ᾿ Αἰγύπτου τὴν ἐπιμιξίαν, ὡς “πλατύτερον ἐκκλησιάζειν δύνασθαι, ἐκεῖ δὲ πλησιαί- “τερον οὔσης τῆς πόλεως συνεχέστερον τῆς τῶν “ὄντως ἀγαπητῶν καὶ οἰκειοτάτων καὶ φιλτάτων “ὄψεως ἀπολαύσομεν. ἀφίξονται γὰρ καὶ ἀναπαύ- “σονται, καὶ ὡς ἐν προαστείοις πορρωτέρω κειμένοις ‟κατὰ μέρος ἔσονται συναγωγαί. καὶ οὕτως ἐγένετο.”

καὶ μεθ᾿ ἕτερα περὶ τῶν συμβεβηκότων αὐτῷ αὖθις ταῦτα γράφει ‟πολλαῖς γε ταῖς ὁμολογίαις “Γερμανὸς σεμνύνεται. πολλά γε εἰπεῖν ἔχει καθ᾿ “ἑαυτοῦ γενόμενα. ὅσας ἀριθμῆσαι δύναται περὶ “ἡμῶν ἀποφάσεις, δημεύσεις, προγραφὰς, ὑπαρχόν- “των ἁρπαγὰς, ἀξιωμάτων ἀποθέσεις, δόξης κοσμι- “κῆς ὀλιγωρίας, ἐπαίνων ἡγεμονικῶν καὶ βουλευτι- “κῶν καταφρονήσεις, καὶ τῶν ἐναντίων ἀπειλῶν καὶ “καταβοήσεων καὶ κινδύνων καὶ διωγμῶν καὶ πλάνης

v.4.p.310
καὶ στενοχωρίας καὶ ποικίλης θλίψεως ὑπομονὴν, ‟οἷα τὰ ἐπὶ Δεκίου καὶ Σαβίνου συμβάντα μοι, οἷα ‟μέχρι νῦν Αἰμιλιανοῦ.

ποῦ δὲ Γερμανὸς ‟νη; τίς δὲ περὶ αὐτοῦ λόγος; ἀλλὰ τῆς πολλῆς “ἀφροσύνης, εἰς ἣν ἐμπίπτω διὰ Γερμανόν, ὑφίεμαι, διὸ καὶ τὴν καθ’ ἕκαστον τῶν γενομένων διήγησιν παρίημι τοῖς εἰδόσιν ἀδελφοῖς λέγειν.”

ὁ δ’ αὐτὸς καὶ ἐν τῇ πρὸς Δομέτιον καὶ Δίδυμον ἐπιστολῇ τῶν ἀμφὶ τὸν διωγμὸν αὖθις μνημονεύει ἐν τούτοις ‟τοὺς δὲ ἡμετέρους πολλούς τε ὄντας καὶ ἀγνῶτας ὑμῖν περισσὸν ὀνομαστὶ καταλέγειν· πλὴν ‟ἴστε ὅτι ἄνδρες καὶ γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ κόραι καὶ πρεσβύτιδες, καὶ στρατιῶται καὶ ‟ἰδιῶται, καὶ πᾶν γένος καὶ πᾶσα ἡλικία, οἶ μὲν διὰ “μαστίγων καὶ πυρὸς, οἱ δὲ διὰ σιδήρου τὸν ἀγῶνα “νικήσαντες τοὺς στεφάνους ἀπειλήφασι·