Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν “αὐτοῖς εἶπεν· ὁρῶ ὑμᾶς ὁμοῦ καὶ ἀχαρίστους ὄντας “καὶ ἀναισθήτους τῆς πραότητος τῶν σεβαστῶν ἡμῶν. “διόπερ οὐκ ἔσεσθε ἐν τῇ πόλει ταύτῃ, ἀλλὰ ἀποστα- “λήσεσθε εἰς τὰ μέρη τῆς Λιβύης, καὶ ἐν τόπῳ

v.4.p.308
“λεγομένῳ Κεφρώ· τοῦτον γὰρ τὸν τόπον ἐξελεξάμην ‟ἐκ τῆς κελεύσεως τῶν σεβαστῶν ἡμῶν. οὐδαμῶς ‟δὲ ἐξέσται οὔτε ὑμῖν οὔτε ἄλλοις τισὶν ἢ συνόδους ‟ποιεῖσθαι, ἢ εἰς τὰ καλούμενα κοιμητήρια εἰσιέναι. ‟

εἰ δέ τις φανείη ἢ μὴ γενόμενος εἰς τὸν τόπον ‟τοῦτον ὃν ἐκέλευσα, ἢ ἐν συναγωγῇ τινι εὑρεθείη, ‟ἑαυτῷ τὸν κίνδυνον ἐπαρτήσει. οὐ γὰρ ἐπιλείψει ‟ἡ δέουσα ἐπιστρέφεια. ἀπόστητε οὖν ὅπου ἐκελεύ- ’‘σθητε. καὶ νοσοῦντα δέ με κατήπειξεν, οὐδὲ μιᾶς “ὑπέρθεσιν δοὺς ἡμέρας. ποίαν οὖν ἔτι τοῦ συνα- ‟γαγεῖν ἢ μὴ συναγαγεῖν εἶχον σχολήν;” εἶτα μεθ` ἕτερά φησιν

‟ἀλλ᾿ οὐδὲ τῆς αἰσθητῆς ἡμεῖς ‟μετὰ τοῦ κυρίου συναγωγῆς ἀπέστημεν, ἀλλὰ τοὺς “μὲν ἐν τῇ πόλει σπουδαιότερον συνεκρότουν ὡς ‟συνὼν, ἀπὼν μὲν τῷ σώματι, ὡς εἰπεῖν, παρὼν δὲ ‟τῷ πνεύματι, ἐν δὲ τῇ Κεφροῖ καὶ πολλὴ συνεπε- ‟δήμησεν ἡμῖν ἐκκλησία, τῶν μὲν ἀπὸ τῆς πόλεως “ἀδελφῶν ἑπομένων, τῶν δὲ συνόντων ἀπ᾿ Αἰγύπτου. “

κἀκεῖ θύραν ἡμῖν ὁ θεὸς ἀνέῳξε τοῦ λόγου. καὶ “τὸ μὲν πρῶτον ἐδιώχθημεν, ἐλιθοβολήθημεν, ὕστε- “ρον δέ τινες οὐκ ὀλίγοι τῶν ἐθνῶν τὰ εἴδωλα κατα- “λιπόντες ἐπέστρεψαν ἐπὶ τὸν θεόν. οὐ πρότερον “γὰρ παραδεξαμένοις αὐτοῖς τότε πρῶτον δι᾿ ἡμῶν ‟ὁ λόγος ἐπεσπάρη.

καὶ ὥσπερ τούτου ἕνεκεν ‟ἀπαγαγὼν ἡμᾶς πρὸς αὐτοὺς ὁ θεὸς, ἐπεὶ τὴν ‟διακονίαν ταύτην ἐπληρώσαμεν, πάλιν ἀπαγήοχεν. ‟ὁ γὰρ Αἰμιλιανὸς εἰς τραχυτέρους μὲν, ὡς ἐδόκει, “καὶ λιβυκωτέρους ἡμᾶς μεταστῆσαι τόπους ἐβου- ‟λήθη, καὶ τοὺς πανταχόσε εἰς τὸν Μαρεώτην ἐκέ- ‟γευσε συρρεῖν, κώμας ἑκάστοις τῶν κατὰ χώραν “ἀφορίσας, ἡμᾶς δὲ μᾶλλον ἐν ὁδῷ καὶ πρώτους ‟καταληφθησομένους ἔταξεν. ᾠκονόμει γὰρ δηλονότι

v.4.p.309
‟καὶ παρεσκεύαζεν, ἵνα ὁπόταν βουληθείη συλλαβεῖν, ‟πάντας εὐαλώτους ἔχοι.

ἐγὼ δὲ ὅτε μὲν εἰς “Κεφρὼν κεκελεύσμην ἀπελθεῖν, καὶ τὸν τόπον ‟ἠγνόουν ὅποι ποτὲ οὗτός ἐστιν, οὐδὲ τὸ ὄνομα σχε- “δὸν πρότερον ἀκηκοώς· καὶ ὅμως εὐθύμως καὶ “ἀταράχως ἀπῄειν. ἐπεὶ δὲ μετασκηνώσειν εἰς τὰ “Κολλουθίωνος ἀπηγγέλη μοι, ἴσασιν οἱ παρόντες “ὅπως διετέθην· ἐνταῦθα γὰρ ἐμαυτοῦ κατηγορήσω. ‟

τὸ μὲν πρῶτον ἠχθέσθην καὶ λίαν ἐχαλέπηνα· ‟καὶ γὰρ εἰ γνωριμώτεροι καὶ συνηθέστεροι ἐτύγχα- “νον ἡμῖν οἱ τόποι, ἀλλ᾿ ἔρημον μὲν ἀδελφῶν καὶ ‟σπουδαίων ἀνθρώπων ἔφασκον εἶναι τὸ χωρίον, ‟ταῖς δὲ τῶν ὁδοιπορούντων ἐνοχλήσεσι καὶ λῃστῶν “καταδρομαῖς ἐγκείμενον.

ἔτυχον δὲ παραμυθίας, “ὑπομνησάντων με τῶν ἀδελφῶν, ὅτι γειτνιᾷ μᾶλλον ‟τῇ πόλει, καὶ ἡ μὲν Κεφρὼν πολλὴν ἡμῖν ἦγεν “ἀδελφῶν τῶν ἀπ᾿ Αἰγύπτου τὴν ἐπιμιξίαν, ὡς “πλατύτερον ἐκκλησιάζειν δύνασθαι, ἐκεῖ δὲ πλησιαί- “τερον οὔσης τῆς πόλεως συνεχέστερον τῆς τῶν “ὄντως ἀγαπητῶν καὶ οἰκειοτάτων καὶ φιλτάτων “ὄψεως ἀπολαύσομεν. ἀφίξονται γὰρ καὶ ἀναπαύ- “σονται, καὶ ὡς ἐν προαστείοις πορρωτέρω κειμένοις ‟κατὰ μέρος ἔσονται συναγωγαί. καὶ οὕτως ἐγένετο.”

καὶ μεθ᾿ ἕτερα περὶ τῶν συμβεβηκότων αὐτῷ αὖθις ταῦτα γράφει ‟πολλαῖς γε ταῖς ὁμολογίαις “Γερμανὸς σεμνύνεται. πολλά γε εἰπεῖν ἔχει καθ᾿ “ἑαυτοῦ γενόμενα. ὅσας ἀριθμῆσαι δύναται περὶ “ἡμῶν ἀποφάσεις, δημεύσεις, προγραφὰς, ὑπαρχόν- “των ἁρπαγὰς, ἀξιωμάτων ἀποθέσεις, δόξης κοσμι- “κῆς ὀλιγωρίας, ἐπαίνων ἡγεμονικῶν καὶ βουλευτι- “κῶν καταφρονήσεις, καὶ τῶν ἐναντίων ἀπειλῶν καὶ “καταβοήσεων καὶ κινδύνων καὶ διωγμῶν καὶ πλάνης

v.4.p.310
καὶ στενοχωρίας καὶ ποικίλης θλίψεως ὑπομονὴν, ‟οἷα τὰ ἐπὶ Δεκίου καὶ Σαβίνου συμβάντα μοι, οἷα ‟μέχρι νῦν Αἰμιλιανοῦ.