Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[ Nic. H. E. VI, 5] Ἐπειδήπερ τῇ κατὰ τούτων ἀρθεὶς ὑπερηφανίᾳ Νοουάτος, τῆς Ῥωμαίων ἐκκλησίας πρεσβύτερος, ὡς μηκέτ’ οὔσης αὐτοῖς σωτηρίας ἐλπίδος, μηδ’ εἰ πάντα τὰ εἰς ἐπιστροφὴν γνησίαν καὶ καθαρὰν ἐξομολόγησιν ἐπιτελοῖεν, ἰδίας αἱρέσεως τῶν κατὰ λογισμοῦ φυσίωσιν Καθαροὺς ἑαυτοὺς ἀποφηνάντων ἀρχηγὸς καθίσταται.

ἐφ’ ᾧ συνόδου μεγίστης ἐπὶ Ῥώμης συγκροτηθείσης, ἑξήκοντα μὲν τὸν ἀριθμὸν ἐπισκόπων, πλειόνων δ’ ἔτι μᾶλλον πρεσβυτέρων τε καὶ διακόνων, ἰδίως τε κατὰ τὰς λοιπὰς ἐπαρχίας τῶν κατὰ χώραν ποιμένων περὶ τοῦ πρακτέου διασκεψαμένων, δόγμα παρίσταται τοῖς πᾶσι τὸν μὲν Νοουάτον ἅμα τοῖς αὐτῷ συνεπαρθεῖσι τούς τε συνευδοκεῖν τῇ μισαδέλφῳ καὶ ἀπανθρωποτάτῃ γνώμῃ τἀνδρὸς προαιρουμένους ἐν ἀλλοτρίοις τῆς ἐκκλησίας ἡγεῖσθαι, τοὺς δὲ τῇ συμφορᾷ περιπεπτωκότας τῶν ἀδελφῶν ἰᾶσθαι καὶ θεραπεύειν τοῖς τῆς μετανοίας φαρμάκοις.

ἦλθον δ’ οὖν εἰς ἡμᾶς ἐπιστολαὶ Κορνηλίου Ῥωμαίων ἐπισκόπου πρὸς τὸν τῆς Ἀντιοχέων ἐκκλησίας Φάβιον, δηλοῦσαι τὰ περὶ τῆς Ῥωμαίων συνόδου καὶ τὰ δόξαντα πᾶσι τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Ἀφρικὴν καὶ τὰς αὐτόθι χώρας· καὶ ἄλλαι πάλιν Ῥωμαϊκῇ φωνῇ συντεταγμέναι Κυπριανοῦ καὶ τῶν ἅμ’ αὐτῷ κατὰ τὴν Ἀφρικὴν, δι’ ὧν τὸ καὶ αὐτοὺς συνευδοκεῖν τῷ δεῖν τυγχάνειν ἐπικουρίας τοὺς πεπειρασμένους ἐφαίνετο, καὶ τῷ χρῆναι εὐλόγως τῆς καθολικῆς ἐκκλησίας ἐκκήρυκτον ποιήσασθαι τὸν τῆς αἱρέσεως ἀρχηγὸν, πάντας τε ὁμοίως τοὺς συναπαγομένους αὐτῷ.

ταύταις ἄλλη τις ἐπιστολὴ συνῆπτο τοῦ Κορνηλίου περὶ

v.4.p.290
τῶν κατὰ τὴν σύνοδον ἀρεσάντων, καὶ πάλιν ἑτέρ(??) περὶ τῶν κατὰ Νοουάτον πραχθέντων, ἀφ’ ἧς καὶ μέρη παραθέσθαι οὐδὲν ἂν κωλύοι, ὅπως εἰδεῖεν τὰ κατ’ αὐτὸν οἱ τῇδε ἐντυγχάνοντες τῇ γραφῆ.

τὸν δὴ οὖν Φάβιον ἀναδιδάσκων ὁποῖός τις ὁ Νοουάτος ἐγεγόνει τὸν τρόπον αὐτὰ δὴ ταῦτα γράφει ὁ Κορνήλιος “ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος “ἐπισκοπῆς ὁ θαυμάσιος οὗτος καὶ κρύπτων ἑ “ἑαυτῷ τὴν προπετῆ ταύτην αὐτοῦ ἐπιθυμίαν ἐλάν- “θανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι.

Μάξιμος, πρεσβύτερος “τῶν παρ’ ἡμῖν, καὶ Οὐρβανὸς, δὶς τὴν ἐξ ὁμολογίας “δόξαν ἀρίστην καρπωσάμενοι, Σιδώνιός τε καὶ Κε- “λερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ “ἔλεον καρτερικώτατα διενέγκας, καὶ τῇ ῥώμῃ τῆς “αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιρρώσας, “κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον — οὗτοι δὴ “οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφω- “ράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβο- “λίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν “ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν, ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνά- “σματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ “ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκό- “πων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαικόν ἀνδρῶν ‘παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγι- “νώσκοντες ἐφ’ οἷς πεισθέντες τῷ δολερῷ καὶ κα- “κοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας “ἀπελείφθησαν.”