Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες· “ Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονείκως “αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, “ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος “φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· “ αἱ δὲ λοιπαὶ, ἡ σεμνοτάτη πρεσβῦτις Μερκουρία, “καὶ ἡ πολύπαις μὲν, οὐχ ὑπὲρ τὸν κύριον δὲ ‘πήσασα ἑαυτῆς τὰ τέκνα Διονυσία, καταιδεσθέντος “εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσι, μηκέτι “βασάνων πεῖραν λαβοῦσαι· τὰς γὰρ ὑπὲρ πασῶν “ἡ πρόμαχος Ἀμμωνάριον ἀναδέδεκτο
Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ “σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης ὁ Διόσ- ‘κορος παρεδόθησαν· καὶ πρῶτον τὸ ‘λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον, καὶ “καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διοσκόρος.
τοὺς δὲ λοιποὺς “ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ ‘τούτους παραδέδωκε, τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ, καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν “ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν “ἐστι Διοσκόρος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον.