Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. V, 23] Ἄλλοι δ’ αὖ πάλιν ἐπὶ τῆς Ἀραβίας κατὰ τὸν δηλούμενον ἐπιφύονται χρόνον δόγματος ἀλλοτρίου τῆς ἀληθείας εἰσηγηταὶ, οἳ ἔλεγον τὴν ἀνθρωπείαν ψυχὴν τέως μὲν κατὰ τὸν ἐνεστῶτα καιρὸν ἅμα τῇ τελευτῇ συναποθνήσκειν τοῖς σώμασι καὶ συνδιαφθείρεσθαι αὖθις δέ ποτε κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν σὺν αὐτοῖς ἀναβιώσεσθαι. καὶ δὴ καὶ τότε συγκροτηθείσης οὐ σμικρᾶς συνόδου, πάλιν Ὠριγένης παρακληθεὶς καὶ ἐνταῦθα, κινήσας τε λόγους ἐπὶ τοῦ κοινοῦ περὶ τοῦ ζητουμένου οὕτως ἠνέχθη ὡς μετατεθῆναι τὰς τῶν πρότερον ἐσφαλμένων διανοίας.

[ Nic. H. E. V, 24] Τότε δὲ καὶ ἄλλη διαστροφὴ κατάρχεται, ἡ τῶν Ἑλκεσαϊτῶν λεγομένη αἵρεσις, ἣ καὶ ἅμα τῷ ἄρξασθαι ἀπέσβη. μνημονεύει δ’ αὐτῆς ὁμιλῶν ἐπὶ τοῦ κοινοῦ εἰς τὸν ὀγδοηκοστὸν

v.4.p.279
δεύτερον ψαλμὸν ὁ Ὠριγένης, ὧδέ πως λέγων “ ἐλή- “λυθέ τις ἐπὶ τοῦ παρόντος μέγα φρονῶν ἐπὶ τῷ “δύνασθαι πρεσβεύειν γνώμης ἀθέου καὶ ἀσεβεστά- “της, καλουμένης Ἑλκεσαϊτῶν, νεωστὶ “ταῖς ἐκκλησίαις. ἐκείνη ἡ γνώμη οἷα λέγει κακὰ, “παραθήσομαι ὑμῖν) ἵνα μὴ συναρπάζησθε. ἀθετεῖ “τινα ἀπὸ πάσης γραφῆς, κέχρηται ῥητοῖς πάλιν “ἀπὸ πάσης παλαιᾶς τε καὶ εὐαγγελικῆς, τὸν ἀπό- “στολον τέλεον ἀθετεῖ. φησὶ δὲ ὅτι τὸ “ἀδιάφορόν ἐστι, καὶ ὁ μὲν νοήσας τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. καὶ βίβλον τινὰ φέρουσιν, ἣν λέγουσιν ἐξ οὐρανοῦ καταπεπτωκέναι, καὶ τὸν ἀκηκοότα ἐκείνης καὶ πιστεύοντα ἄφεσιν λήψεσθαι τῶν ἁμαρτημάτων, ἄλλην ἄφεσιν “παρ᾿ ἣν Χριστὸς Ἰησοῦς ἀφῆκε.” καὶ τὰ μὲν περὶ τούτων τάδε ἐστίν.

[Nic. H. E. V, 27-32] Ἀλλὰ γὰρ Φίλιππον ἔτεσιν ἑπτὰ βασιλεύσαντα διαδέχεται Δέκιος, ὃς δὴ τοῦ πρὸς Φίλιππον ἔχθους ἕνεκα κατὰ τόν ἐκκλησιῶν ἐγείρει, ἐν ᾧ Φαβιανοῦ ἐπὶ Ῥώμης μαρτυρίῳ τελειωθέντος Κορνήλιος τὴν ἐπισκοπὴν διαδέχεται.

ἐπὶ δὲ Παλαιστίνης Ἀλέξανδρος ὁ τῆς Ἱεροσολύμων ἐκκλησίας ἐπίσκοπος, αὖθις διὰ Χριστὸν ἐν τῇ Καισαρείᾳ ἡγεμονικοῖς παραστὰς δικαστηρίοις, καὶ ἐπὶ δευτέρᾳ διαπρέψας ὁμολογίᾳ, δεσμωτηρίου πειρᾶται, λιπαρῷ γήρει καὶ σεμνῇ πολιᾷ κατεστεμμένος.