Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

καταλέλοιπε καὶ “ἐπιστολὴν πάνυ ὀλίγων στίχων, ἔστω δὲ καὶ δευτέ- “ραν καὶ τρίτην· ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι “ ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι᾿

ἔτι πρὸς τούτοις περὶ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς ἐν ταῖς εἰς αὐτὴν ὁμιλίαις ταῦτα διαλαμβάνει “ὅτι ὁ χαρακτὴρ τῆς λέξεως τῆς πρὸς Ἑβραίους ἐπι- “γεγραμμένης ἐπιστολῆς οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιω- “τικὸν τοῦ ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην ‘εἶναι τό λόγῳ, τουτέστι τῇ φράσει, ἀλλά ἐστιν ἡ “ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ “ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς ὁμολογήσαι “ ἄν.

πάλιν τε αὖ ὅτι τὰ νοήματα τῆς ἐπιστολῆς “θαυμάσιά ἐστι, καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογουμένων γραμμάτων, καὶ τοῦτο ἂν συμφήσαι “εἶναι ἀληθὲς πᾶς ὁ προσέχων τῇ ἀναγνώσει τῇ ἀπο- “ στολικῇ.”