Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τούτων Βήρυλλος σὺν ἐπιστολαῖς καὶ συγγράμμασι διαφόρους φιλοκαλίας καταλέλοιπεν. ἐπίσκοπος δ’ οὗτος ἦν τῶν κατὰ Βόστραν Ἀράβων· ὡσαύτως δὲ καὶ Ἱππόλυτος, ἑτέρας που καὶ αὐτὸς προεστὼς ἐκκλησίας.

ἦλθε δὲ εἰς ἡμᾶς καὶ Γαίου λογιωτάτου ἀνδρὸς διάλογος, ἐπὶ Ῥώμης κατὰ Ζεφυρῖνον πρὸς Πρόκλον τῆς κατὰ Φρύγας αἱρέσεως ὑπερμαχοῦντα κεκινημένος, ἐν ᾧ τῶν δι’ ἐναντίας τὴν περὶ τὸ συντάττειν καινὰς γραφὰς προπέτειάν τε καὶ τόλμαν ἐπιστομίζων τῶν τοῦ ἱεροῦ ἀποστόλου δεκατριῶν μόνων ἐπιστολῶν μνημονεύει, τὴν πρὸς Εβραίους μὴ συναριθμήσας ταῖς λοιπαῖς, ἐπεὶ καὶ εἰς δεῦρο παρὰ Ῥωμαίων τισὶν οὐ νομίζεται τοῦ ἀποστόλου τυγχάνειν.

[Nic. H. E. V, 26] Ἀλλὰ γὰρ Ἀντωνῖνον ἔτη βασιλεύσαντα ἑπτὰ καὶ μήνας ἓξ Μακρῖνος διαδέχεται. τούτου δ’ ἐπ’ ἐνιαυτὸν διαγενομένου αὖθις ἕτερος Ἀντωνῖνος τὴν Ῥωμαίων ἡγεμονίαν παραλαμβάνει, οὑ κατὰ τὸ πρῶτον ἔτος ὁ Ῥωμαίων ἐπίσκοπος Ζεφυρῖνος μεταλλάττει τὸν βίον, ὅλοις ὀκτωκαίδεκα διακατασχὼν ἔτεσι τὴν λειτουργίαν.

μεθ’ ὃν Κάλλιστος τὴν ἐπισκοπὴν ἐγχειρίζεται, ὃς ἐπιβιώσας ἔτεσιν πέντε Οὐρβανῷ τὴν λειτουργίαν καταλείπει. αὐτοκράτωρ Ἀλέξανδρος ἐπὶ τούτοις διαδέχεται τὴν Ῥωμαίων ἀρχὴν, ἐπὶ τέτταρσι μόνοις ἔτεσιν

v.4.p.267
Ἀντωνίνου διαγενομένου. ἐν τούτῳ δὲ καὶ ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας Ἀσκληπιάδην Θιλητὸς διαδέχεται.

τοῦ δὲ αὐτοκράτορος μήτηρ, Μαμμαία τοὔνομα, γυνὴ θεοσεβεστάτη εἰ καί τις ἄλλη γεγονυῖα καὶ εὐλαβὴς τὸν τρόπον, τῆς Ὠριγένους πανταχόσε βοωμένης φήμης, ὡς καὶ μέχρι τῶν αὐτῆς ἐλθεῖν ἀκοῶν, περὶ πολλοῦ ποιεῖται τῆς τοῦ ἀνδρὸς θέας ἀξιωθῆναι, καὶ τῆς ὑπὸ πάντων θαυμαζομένης περὶ τὰ θεῖα συνέσεως αὐτοῦ πεῖραν λαβεῖν.

ἐπ’ Ἀντιοχείας δῆτα διατρίβουσα μετὰ στρατιωτικῆς δορυφορίας αὐτὸν ἀνακαλεῖται. παρ’ ᾗ χρόνον διατρίψας, πλεῖστά τε ὅσα εἰς τὴν τοῦ κυρίου δόξαν καὶ τῆς τοῦ θείου διδασκαλείου ἀρετῆς ἐπιδειξάμενος, ἐπὶ τὰς συνήθεις ἔσπευδε διατριβάς.

[Nic. H. E. V, 15] Τότε δῆτα καὶ Ἱππόλυτος λυτὸς συντάττων μετὰ πλείστων ἄλλων ὑπομνημάτων καὶ τὸ περὶ τοῦ πάσχα πεποίηται σύγγραμμα, ἐν ᾧ τῶν χρόνων ἀναγραφὴν ἐκθέμενος, καί τινα κανόνα ἑκκαιδεκαετηρίδος περὶ τοῦ πάσχα προθεὶς, ἐπὶ τὸ πρῶτον ἔτος Ἀλεξάνδρου αὐτοκράτορος τοὺς χρόνους περιγράφει. τῶν δὲ λοιπῶν αὐτοῦ συγγραμμάτων τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶ τάδε· εἰς τὴν ἑξαήμερον, εἰς τὰ μετὰ τὴν ἑξαήμερον, πρὸς Μαρκίωνα, εἰς τὸ ᾆσμα, εἰς μέρη τοῦ Ἰεζεκιὴλ, περὶ τοῦ πάσχα, πρὸς ἁπάσας τὰς αἱρέσεις· πλεῖστά τε ἄλλα καὶ παρὰ πολλοῖς εὕροις ἂν σωζόμενα.

[Nic. H. E. V, 18] Ἐξ ἐκείνου δὲ καὶ Ωριγένει τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγίνετο ἀρχὴ, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὁσαισοῦν προτροπαῖς, οὐ ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτὸ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις.

ταχυγράφοι

v.4.p.268
γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, γορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες· βιβλιογράφοι τε οὐχ ἥττους, ἅμα καὶ κόραις ἐπὶ τὸ καλλιγραφεῖν ἠσκημέναις· ὣν ἀπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον περιουσίαν ὁ Ἀμβρόσιος παρεστήσατο, ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προύτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν.

τούτων δὲ οὕτως ἐχόντων Οὐρβανὸν ἐπισκοπεύσαντα τῆς ἐκκλησίας ἔτεσιν ὀκτὼ διαδέχεται Ποντιανὸς, τῆς δ’ Ἀντιοχέων μετὰ Φιλητὸν Ζεβῖνος.

καθ’ οὓς Ὠριγένης ἐπειγούσης χρείας ἐκκλησιαστικῶν ἕνεκα πραγμάτων ἐπὶ τὴν Ἑλλάδα στειλάμενος τὴν διὰ Παλαιστίνης πρεσβυτερίου χειροθεσίαν ἐν Καισαρείᾳ πρὸς τῶν τῇδε ἐπισκόπων ἀναλαμβάνει. τὰ μὲν οὖν ἐπὶ τούτῳ περὶ αὐτοῦ κεκινημένα, τά τε ἐπὶ τοῖς κινηθεῖσι δεδογμένα τοῖς τῶν ἐκκλησιῶν προεστῶσιν, ὅσα τε ἄλλα ἀκμάζων περὶ τὸν θεῖον εἰσενήνεκται λόγον, ἰδίας δεόμενα συντάξεως, μετρίως ἐν τῷ δευτέρῳ ἧς ὑπὲρ αὐτοῦ πεποιήμεθα ἀπολογίας ἀνεγράψαμεν.

[ Nic. H. E. V, 15] Ταῦτα δὲ ἐκείνοις δέοι ἂν προσεπιθεῖναι δηλοῦντας ὡς ἐν μὲν τῷ ἕκτῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν σημαίνει τὰ πρότερα πέντε ἐπ᾿ Ἀλεξανδρείας ἔτ’ ὄντα αὐτὸν συντάξαι, τῆς δ’ εἰς τὸ πᾶν εὐαγγέλιον αὐτὸ δὴ τοῦτο πραγματείας μόνοι δύο καὶ εἴκοσιν εἰς ἡμὰς περιῆλθον τόμοι.

κατὰ δὲ τὸ ἔνατον τῶν εἰς τὴν Γένεσιν δώδεκα δέ ἐστι τὰ πάντα) οὐ μόνον τοὺς πρὸ τοῦ ἐνάτου δηλοῖ ἐπὶ τῆς Ἀλεξανδρείας ὑπεμνηματίσθαι, ἀλλὰ καὶ εἰς τοὺς πρώτους πέντε καὶ εἴκοσι ψαλμοὺς, ἔτι τε τὰ εἰς τοὺς θρήνους, ὧν εἰς

v.4.p.269
ἡμᾶς ἐληλύθασι τόμοι πέντε, ἐν οἶς μέμνηται καὶ τῶν περὶ ἀναστάσεως· δύο δ’ ἐστὶ καὶ ταῦτα.

οὐ μὴν ἀλλὰ καὶ τὰ περὶ ἀρχῶν πρὸ τῆς ἀπ’ Ἀλεξανδρείας μεταναστάσεως γράφει, καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν δέκα, ἐπὶ τῆς αὐτῆς πόλεως κατὰ τὴν Ἀλεξάνδρου συντάττει βασιλείαν, ὡς καὶ τοῦτο ὁλόγραφοι δηλοῦσιν αὐτοῦ πρὸ τῶν τόμων ἐπισημειώσεις.