Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
μάρτυς δὲ τούτων γένοιτ’ ἂν ἀξιόχρεως ὁ Τερτυλλιανὸς, τῇ Ρωμαϊκῇ συγκλήτῳ προσφωνήσας ὑπὲρ τῆς πίστεως ἀπολογίαν, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, τήν τε ἱστορίαν βεβαιῶν σὺν ἀποδείξει μείζονι καὶ ἐναργεστέρᾳ.
γράφει δ’ οὖν καὶ αὐτὸς λέγων Μάρκου τοῦ συνετωτάτου βασιλέως ἐπιστολὰς εἰσέτι νῦν φέρεσθαι, [*](25 Tertull. Apol. 5.)
οἶς ὁ δηλωθεὶς ἀνὴρ καὶ ταῦτα προσεπιλέγει· ποταποὶ οὖν οἶ νόμοι οὗτοι, οἶς καθ’ ἡμῶν μόνον “ἕπονται ἀσεβεῖς, ἄδικοι, ὠμοί; οὑς οὔτε Οὐεσπα- “σιανὸς ἐφύλαξε, καίτοι γε Ἰουδαίους νικήσας, οὓς “Τραϊανὸς ἐκ μέρους ἐξουθένησε, κωλύων ἐπιζητεῖσθαι Χριστιανοὺς, οὓς οὔτε Ἀδριανὸς, καίτοι γε πάντα τὰ περίεργα πολυπραγμονῶν, οὔτε ὁ Εὐσε- ‘βὴς ἐπικληθεὶς ἐπεκύρωσεν.’ ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλῃ τιθέσθω, μετίωμεν δὲ ἡμεῖς ἐπὶ τὴν τῶν ἑξῆς ἀκολουθίαν.
Ποθεινοῦ δὴ ἐφ’ ὅλοις τῆς ζωῆς ἔτεσιν ἐνενήκοντα σὺν τοῖς ἐπὶ Γαλλίας μαρτυρήσασι τελειωθέντος, Εἰρηναῖος τῆς κατὰ Λούγδουνον ἧς ὁ Ποθεινὸς ἡγεῖτο παροικίας τὴν ἐπισκοπὴν διαδέχεται. Πολυκάρπου δὲ τοῦτον ἀκουστὴν γενέσθαι κατὰ τὴν νέαν ἐμανθάνομεν ἡλικίαν.
οὗτος τῶν ἐπὶ ῾Ρώμης τὴν διαδοχὴν ἐπισκόπων ἐν τρίτῃ συντάξει τῶν πρὸς τὰς αἱρέσεις παραθέμενος, εἰς Ἐλεύθερον, οὗ τὰ κατὰ τοὺς χρόνους ἡμῖν ἐξετάζεται, ὡσὰν δὴ κατ’ αὐτὸν σπουδαζομένης αὐτῷ τῆς γραφῆς, τὸν κατάλογον ἵστησι, γράφων ὧδε·