Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. IV, 25] τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλών·ιος, ἀκκλησιαστικὸς συγγραφεὺς, ἀκμαζούσης εἰσέτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος ἴδιον κατ’ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας ἀυτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονε διελέγχων. αὐτοῖς δὲ ῥήμασι περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε

“ἀλλὰ τίς οὗτός ἐστιν ὁ “πρόσφατος διδάσκαλος τὰ ἔργα αὐτοῦ καὶ ἡ διδα- “σκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις “γάμων, ὁ νηστείας νομοθετήσας, ὁ Πἐπουζαν καὶ Τύμιον Ἰερουσαλὴμ ὀνομάσας πόλεις δέ εἰσιν αὗ- ‘ται μικραὶ τῆς Φρυγίας), τοὺς πανταχόθεν ἐκεῖ ῾συναγαγεῖν ἐθέλων, ὁ πρακτῆρας χρημάτων ‘στήσας, ὁ ἐπ’ ὀνόματι προσφορῶν τὴν δωροληψίαν “ἐπιτεχνώμενος, ὁ σαλάρια χορηγῶν τοῖς κηρύττου- “σιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται.’’

καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει “δείκνυμεν οὑν

v.4.p.222
“αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὑ τοῦ “πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπού- “σας. πῶς οὖν ἐψεύδοντο Πρίσκον. παρθένον “καλοῦντες;” εἶτ’ ἐπιφέρει λέγων

“δοκεῖ σοι “γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρή- “ματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν “χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς “ αὐτὴν μὴ παραιτήσωμαι;’’

αὖθις δὲ ὑποκαταβὰς περί τινος τῶν κατ’ αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν “ἔτι δὲ καὶ Θεμίσων, ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ “σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος “δεσμὰ, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς “καυχώμενος ἐτόλμησε, μιμούμενος τὸν ἀπόστολον, “καθολικήν τινα συνταξάμενος ἐπιστολὴν κατηχεῖν “μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, “ζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν κύριον καὶ τοὺς ἀποστόλους καὶ τὴν ἁγίαν ἐκκλησίαν.