Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μον- “τανός τε καὶ Μαξίμιλλα. τούτους γὰρ ὑπὸ πνεύμα-
καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν “πρῶτον τῆς κατ᾿ αὐτοὺς λεγομένης προφητείας οἷον “ἐπίτροπόν τινα Θεόδοτον πολὺς αἱρεῖ λόγος, ὡς αἰ- “ρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς “παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς “ἀπάτης πνεύματι, καὶ δισκευθέντα κακῶς τελευτῆ- “σαι.
φασὶ γοῦν τοῦτο οὕτως γεγονέναι, ἀλλὰ “μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τι τῶν τοιού- “των νομίζομεν, ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, “ἴσως δὲ οὐχ οὕτως τετελευτήκασι Μοντανός τε καὶ “Θεόδοτος καὶ ἡ προειρημένη γυνή.”
αὖθις δ᾿ ἐν τῷ αὐτῷ φησι λόγῳ τοὺς τότε ἱεροὺς ἐπισκόπους πεπειρᾶσθαι μὲν τὸ ἐν τῇ Μαξιμίλλῃ πνεῦμα διελέγξαι, κεκωλύσθαι δὲ πρὸς ἑτέρων, συνεργούντων δηλαδὴ τῷ πνεύματι.
γράφει δὲ οὕτως “καὶ μὴ λε- “γέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν “τὸ διὰ Μαξιμίλλης πνεῦμα ῾διώκομαι ὡς λύκος ἐκ “προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμά εἰμι καὶ πνεῦμα καὶ “δύναμις᾿, ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς “δειξάτω καὶ ἐλεγξάτω, καὶ ἐξομολογεῖσθαι διὰ τοῦ “πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας εἰς “τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, “ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κο- “μάνης κώμης καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας, ὧν οἱ “περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες οὐκ εἴασαν “τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ᾿ αὐτῶν ἐλεγ- “χθῆναι.”