Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

κατ’ αὐτὸν δὲ καὶ Ἰουστῖνος, γνήσιος τῆς ἀληθοῦς φιλο- [*](30 lustin. Apol. I. c. 29.)

v.4.p.145
σοφίας ἐραστὴς, ἔτι τε τοῖς παρ’ Ἕλλησιν ἀσκούμενος ἐνδιέτριβε λόγοις. σημαίνει δὲ καὶ αὐτὸς τουτονὶ τὸν χρόνον, ἐν τῇ πρὸς ’Αντωνῖνον ἀπολογίᾳ ὧδε γράφων “ οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγούμεθα καὶ Ἀντινόου τοῦ νῦν γενομένου, ὃν καὶ “ ἅπαντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο , ἐπι- “ στάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.”

ὁ δ’ αὐτὸς καὶ τοῦ τότε κατὰ Ἰουδαίων πολέμου μνημονεύων ταῦτα παρατίθεται “καὶ γὰρ ἐν τῷ νῦν γενο- ‘μένῳ Ἰουδαικῷ πολέμῳ Βαρχωχέβας, ὁ τῆς ’Ιουδαίων “ἀποστάσεως ἀρχηγέτης, Χριστιανοὺς μόνους εἰς “τιμωρίας δεινὰς, εἰ μὴ ἀρνοῖντο Ἰησοῦν τὸν χριστὸν καὶ βλασφημοῖεν , ἐκέλευεν ἄγεσθαι. ”

ἐν ταὐτῷ δὲ καὶ τὴν ἀπὸ τῆς Ἑλληνικῆς φιλοσοφίας ἐπὶ τὴν θεοσέβειαν μεταβολὴν αὐτοῦ , ὅτι μὴ ἀλόγως, μετὰ κρίσεως δ’ αὐτῷ γεγόνει δηλῶν ταῦτα γράφει “ καὶ γὰρ αὐτὸς ἐγὼ τοῖς Πλάτωνος χαίρων διδάγμασι, ῾ διαβαλλομένους ἀκούων Χριστιανοὺς , ὁρῶν δὲ καὶ “ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ νομιζόμενα φοβερὰ, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φι- ῾ ληδονίᾳ ὑπάρχειν αὐτούς. τίς γὰρ φιλήδονος ἢ “ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἡγούμενος “ ἀγαθὸν δύναιτ’ ἂν θάνατον ἀσπάζεσθαι , ὅπως τῶν “ἑαυτοῦ στερηθείη ἐπιθυμιῶν , ἀλλ’ οὐκ ἐκ παντὸς ζῆν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι ἑαυτὸν κατήγγελλε φὂνευ- “ θησόμενον;’’