Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τοσοῦτον δ’ ἐξ ἐγγράφων παρείληφα , ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαιδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαὶ, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι, ὥστ’ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν , ἀπὸ τῶν ἀποστόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν , καθ’ ἣν Ἰουδαῖοι Ρωμαίων αὖθις ἀποστάντες οὐ μικροῖς πολέμοις ἥλωσαν.