Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἀλλὰ τὴν ἐκείνων ἄγνοιαν οἱ σοὶ εὐσεβεῖς πατέρες “ἐπηνωρθώσαντο, πολλάκις πολλοῖς ἐπιπλήξαντες “ἐγγράφως, ὅσοι περὶ τούτων νεωτερίσαι ἐτόλμησαν. “ἐν οἷς ὁ μὲν πάππος σου Ἀδριανὸς πολλοῖς μὲν καὶ “ἄλλοις , καὶ Φουνδανῷ δὲ τῷ ἀνθυπάτῳ , ἡγουμένῳ “δὲ τῆς Ἀσίας , γράφων φαίνεται , ὁ δὲ πατήρ σου, “καὶ σοῦ τὰ σύμπαντα διοικοῦντος αὐτῷ , ταῖς πόλεσι “περὶ τοῦ μηδὲν νεωτερίζειν περὶ ἡμῶν ἔγραψεν, “ἐν οἶς καὶ πρὸς Λαρισαίους καὶ πρὸς Θεσσα. “λονικεῖς καὶ Ἀθηναίους καὶ πρὸς πάντας Ἕλληνας. “
σὲ δὲ καὶ μᾶλλον περὶ τούτων τὴν αὐτὴν ἐκείνοις “ἔχοντα γνώμην , καὶ πολύ γε φιλανθρωποτέραν καὶ “φιλοσοφωτέραν , πεπείσμεθα πάντα πράσσειν ὅσα “σου δεόμεθα.”
ἀλλὰ ταῦτα μὲν ἐν τῷ δηλωθέντι “τέθειται λόγῳ. ἐν δὲ ταῖς γραφείσαις αὐτῷ “κλογαῖς ὁ αὐτὸς κατὰ τὸ προοίμιον αὐτὸ ἀρχόμενος “τῶν ὁμολογουμένων τῆς παλαιᾶς διαθήκης γραφῶν “ποιεῖται κατάλογον, ὃν καὶ ἀναγκαῖον ἐνταῦθα καταλέξαι. “
γράφει δὲ οὕτως“ Μελίτων Ὀνησίμῳ τῷ “ἀδελφῷ χαίρειν ἐπειδὴ πολλάκις ἠξίωσας σπουδῇ “τῇ πρὸς τὸν λόγον χρώμενος γενέσθαι ἐκλογάς σοι “ ἔκ τε τοῦ νόμου καὶ τῶν προφητῶν περὶ τοῦ σωτῆ- “ ρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι δὲ καὶ μαθεῖν “ τὴν τῶν παλαιῶν βιβλίων ἐβουλήθης ἀκρίβειαν, “ πόσα τὸν ἀριθμὸν καὶ ὁποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα “τὸ τοιοῦτο πρᾶξαι, ἐπιστάμενός σου τὸ σπου- “ δαῖον περὶ τὴν πίστιν καὶ φιλομαθὲς περὶ τὸν λόγον,
ἀνελθὼν οὖν εἰς τὴν ἀνατολὴν, καὶ ἕως τοῦ τόπου γενόμενος ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ ἀκριβῶς μαθὼν τὰ τῆς παλαιᾶς διαθήκης βιβλία , ὑποτάξας ἔπεμψά σοι· ὧν ἐστὶ τὰ ὐνόματα· Μωυσέως πέντε , Γένεσις , Ἔξοδος , Ἀριθμοὶ, Λευιτικὸν, Δευτερονόμιον. Ἰησοῦς Ναυῆ , Κρι- ‘ταὶ, Ῥούθ· Βασιλειῶν τέσσαρα, Παραλειπομένων “ δύο. Ψαλμῶν Δαβὶδ , Σολομῶνος Παροιμίαι, ἣ καὶ Σοφία, Ἐκκλησιαστὴς, Ἀισμα Ἀισμάτων, Ἰώβ. Προφητῶν, Ἡσαΐου , Ἱερεμίου· τῶν δώδεκα ἐν μονοβίβλῳ· Δανιὴν, Ἰεξεκιὴλ, Ἔσδρας. ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην, εἰς ἕξ βιβλία διελών.” καὶ τὰ μὲν τοῦ Μελίτωνος τοσαῦτα.
[Nic. H. E. IV, 11] Τοῦ δὲ Ἀπολιναρίου πολλῶν παρὰ πολλοῖς σωζομένων τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶ τάδε· λόγος ὁ πρὸς τὸν εἰρημένον βασιλέα, καὶ πρὸς Ἕλληνας συγγράμματα πέντε , καὶ περὶ ἀληθείας πρῶτον καὶ δεύτερον, καὶ πρὸς Ἰουδαίους πρῶτον καὶ δεύτερον, καὶ ἃ μετὰ ταῦτα συνέγραψε κατὰ τῆς τῶν Φρυγῶν αἱρέσεως μετ’ οὐ πολὺν καινοτομηθείσης χρόνον , τότε γε μὴν ὥσπερ ἐκφύειν ἀρχομένης, , ἔτι τοῦ Μοντανοῦ ἅμα ταῖς αὐτοῦ ψευδοπροφήτισιν ἀρχὰς τῆς παρεκτροπῆς ποιουμένου.
[Nic. H. E. IV, 11] Καὶ Μουσανοῦ δὲ, ὃν ἐν τοῖς φθάσασι κατελέξαμεν , φέρεταί τις ἐπιστρεπτικώτατος λόγος πρός τινας αὐτῷ γραφεὶς ἀδελφοὺς, ἀποκλίναντας ἐπὶ τὴν τῶν λεγομένων Ἐγκρατητῶν αἵρεσιν , ἄρτι τότε φύειν ἀρχομένην , ξένην τε καὶ φθοριμαίαν ψευδοδοξίαν εἰσάγουσαν τῷ βίῳ, ἡς παρεκτροπῆς ἀρχηγὸν καταστῆναι Τατιανὸν λόγος ἔχει·