Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
“ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲ(??) “ ἀδελφοὺς ποικίλως εὐεργετεῖν , ἐκκλησίαις τε πολ λαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν, ὧδ ‘μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας , ἐν με ῾τάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας δι “ ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθο “῾Ρωμαίων Ῥωμαῖοι διαφυλάττοντες, ὃ οὐ μόνον δια ῾ τετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτῆρ’, ἀλλα “ καὶ ἐπηύξηκεν, ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην “ δαψίλειαν τὴν εἰς τοὺς ἁγίους, λόγοις δὲ μακαρίοις “τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστορ “γος παρακαλῶν.”
ἐν αὐτῇ δὲ ταύτῃ καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν “ τὴν “ σήμερον οὖν κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, “ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολὴν, ἣν ἕξομεν “ἀεί ποτε ἀναγινώσκοντες νουθετετῖσθαι, ὡς καὶ τὴν “προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν.”
ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν ὡς ῥᾳδιουργηθεισῶν ταῦτά φησιν “ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιω- ‘σάντων με γράψαι ἔγραψα. καὶ ταύτας οἱ τοῦ δια- ῾ βόλου ἀπόστολοι ζιζανίων γεγέμικαν , ἃ μὲν ἐξαι- ‘ροῦντες, ἃ δὲ προστιθέντες. οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν κυριακῶν ῥᾳδιουργῆσαί ‘τινες ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοι- ῾αύταις ἐπιβεβουλεύκασι.”
καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, Χρυσοφόρᾳ
[Nic. H. E. IV, 9] Τοῦ δὲ Θεοφίλου, ὃν τῆς Ἀντιοχέων ἐκκλησίας ἐπίσκοπον δεδηλώκαμεν, τρία τὰ πρὸς Αὐτόλυκον στοιχειώδη φέρεται συγγράμματα, καὶ ἄλλο πρὸς τὴν αἵρεσιν Ἑρμογένους τὴν ἐπιγραφὴν ἔχον , ἐν ᾧ ἐκ τῆς ἀποκαλύψεως Ἰωάννου κέχρηται μαρτυρίαις , καὶ ἕτερα δέ τινα κατηχητικὰ αὐτοῦ βιβλία. τῶν γε μὴν αἱρετικῶν οὐδὲν χεῖρον καὶ τότε, ζιζανίων δίκην, λυμαινομένων τὸν εἰλικρινῆ τῆς ἀποστολικῆς διδασκαλίας σπόρον , οἱ πανταχόσε τῶν ἐκκλησιῶν ποιμένες ὥσπερ τινὰς θῆρας ἀγρίους τῶν Χριστοῦ προβάτων ἀποσοβοῦντες αὐτοὺς ἀνεῖργον , τοτὲ μὲν ταῖς πρὸς τοὺς ἀδελφοὺς νουθεσίαις καὶ παραινέσεσι, τοτὲ δὲ πρὸς αὐτοὺς γυμνότερον ἀποδυόμενοι , ἀγράφοις τε εἰς πρόσωπον ζητήσεσι καὶ ἀνατροπαῖς , ἤδη δὲ καὶ δι’ ἐγγράφων ὑπομνημάτων τὰς δόξας αὐτῶν ἀκριβεστάτοις ἐλέγχοις διευθύνοντες. ὅ γέ τοι Θεόφιλος σὺν τοῖς ἄλλοις κατὰ τούτων στρατευσάμενος δῆλός ἐστιν ἀπό τινος οὐκ ἀγεννῶς αὐτῷ κατὰ Μαρκίωνος πεπονημένου λόγου, ὃς καὶ αὐτὸς μεθ’ ὧν ἄλλων εἰρήκαμεν εἰσέτι νῦν διασέσωσται. τοῦτον μὲν οὖν ἕβδομος ἀπὸ τῶν ἀποστόλων τῆς Ἀντιοχέων ἐκκλησίας διαδέχεται Μαξιμῖνος.
[Nic. H. E. IV, 9] Φίλιππός γε μὴν, ὃν ἐκ τῶν Διονυσίου φωνῶν τῆς ἐν Γορτύνῃ παροικίας ἐπίσκοπον ἔγνωμεν, πάνυ γε σπουδαιότατον πεποίηται καὶ αὐτὸς κατὰ Μαρκίωνος λόγον, Εἰρηναῖος δὲ ὡσαύτως καὶ Μόδεστος, ὃς καὶ διαφερόντως παρὰ τοὺς ἄλλους τὴν τοῦ ἀνδρὸς εἰς ἔκδηλον τοῖς πᾶσι
[Nic. H. E. IV, 10] Ἐπὶ τῶνδε καὶ Μελίτων τῆς ἐν Σάρδεσι παροικίας ἐπίσκοπος, Ἀπολινάριός τε τῆς ἐν Ἱεραπόλει διαπρεπῶς ἤκμαζον, οἳ καὶ τῷ δηλωθέντι κατὰ τοὺς χρόνους ῾Ρωμαίων βασιλεῖ λόγους ὑπὲρ τῆς πίστεως ἰδίως ἑκάτερος ἀπολογίας προσεφώνησαν.
τούτων εἰς ἡμετέραν γνῶσιν ἀφῖκται τὰ ὑποτεταγμένα· Μελίτωνος τὰ περὶ τοῦ πάσχα δύο, καὶ τὰ περὶ πολιτείας καὶ προφητῶν, καὶ ὁ περὶ ἐκκλησίας; καὶ ὁ περὶ κυριακῆς λόγος, ἔτι δὲ ὁ περὶ φύσεως ἀνθρώπου, καὶ ὁ περὶ πλάσεως, καὶ ὁ περὶ ὑπακοῆς πίστεως [καὶ ὁ περὶ] αἰσθητηρίων, καὶ πρὸς τούτοις ὁ περὶ ψυχῆς καὶ σώματος ἢ νοὸς, καὶ ὁ περὶ λουτροῦ, καὶ ὁ περὶ ἀληθείας, καὶ περὶ κτίσεως καὶ γενέσεως Χριστοῦ, καὶ λόγος αὐτοῦ περὶ προφητείας, καὶ ὁ περὶ φιλοξενίας, καὶ ἡ κλεὶς, καὶ τὰ περὶ τοῦ διαβόλου, καὶ τῆς ἀποκαλύψεως Ἰωάννου, καὶ ὁ περὶ ἐνσωμάτου θεοῦ, ἐπὶ πᾶσι καὶ τὸ πρὸς Ἀντωνῖνον βιβλίδιον.
ἐν μὲν οὖν τοῖς περὶ τοῦ πάσχα τὸν χρόνον, καθ᾿ ὃν συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις “ἐπὶ Σερουιλίου Παύλου ἀνθυ- “πάτου τῆς Ἀσίας, ᾧ Σάγαρις καιρῷ ἐμαρτύρησεν, “ἐγένετο ζήτησις πολλὴ ἐν Λαοδικείᾳ περὶ τοῦ πάσχα, “ἐμπεσόντος κατὰ καιρὸν ἐν ἐκείναις ταῖς ἡμέραις, καὶ “ἐγράφη ταῦτα.”