Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἑκατόνταρχον “εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον , φίλον αὐτῷ “ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι εἰ, αὐτὸ τοῦτο μόνον, Χριστιανός ἐστι. “καὶ τὸν Πτολεμαῖον φιλαλήθη , ἀλλ’ οὐκ ἀπατηλὸν “ οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανὸν , ἐν δεσμοῖς γενέσθαι ὁ “ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν “ τῷ δεσμωτηρίῳ ἐκολάσατο.
τελευταῖον δὲ ὅτε “ ἐπὶ Οὐρβίκιον ἤχθη ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο ‘μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. καὶ πάλιν τὰ “ καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χρι- “στοῦ διδαχὴν , τὸ διδασκαλεῖον τῆς θείας ἀρετῆς ὡμολόγησεν.
ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κα- “τεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν
καὶ τοῦ Οὐρβικίου κελεύσαν- ‘τος αὐτὸν ἀπαχθῆναι , Λούκιός τις, καὶ αὐτὸς ὢν ῾ Χριστιανὸς , ὁρῶν τὴν ἀλόγως οὕτω γενομένην κρίσιν, πρὸς τὸν Οὐρβίκιον ἔφη ‘τίς ἡ αἰτία τοῦ μήτε μοιχὸν, μήτε πόρνον, μήτε ἀνδροφόνον, μήτε λωποδύτην, μήτε ἅρπαγα, μήτε ἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον , ὀνόματος δὲ Χριστιανοῦ “ πρωσωνυμίαν ὁμολογοῦντα τὸν ἄνθρωπον τοῦτον “ἐκολάσω; οὐ πρέποντα Εὐσεβεῖ αὐτοκράτορι οὐδὲ φιλοσόφῳ Καίσαρος παιδὶ, οὐδὲ ἱερᾷ συγκλήτῳ κρίνεις, ὠ Οὐρβίκιε.᾿
καὶ ὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη ῾δοκεῖς μοι καὶ σὺ εἶναι τοιοῦτος.’ καὶ τοῦ Λουκίου φήσαντος ῾μάλιστα᾿ πάλιν καὶ αὐτὸν ἀπαχθῆναι ἐκέλευσεν. ὁ δὲ χάριν εἰδέναι ὡμολόγει · πονηρῶν γὰρ δεσποτῶν τῶν τοιούτων ἀπηλλάχθαι ἐπεῖπε, καὶ παρὰ ἀγαθὸν πατέρα καὶ βασιλέα τὸν θεὸν πορεύεσθαι. καὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη. ” τούτοις ὁ Ἰουστῖνος εἰκότως καὶ ἀκολούθως ἃς προεμνημονεύσαμεν αὐτοῦ φωνὰς ἐπάγει λέγων “κἀγὼ οὐν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι” καὶ τὰ λοιπά.
[Nic. H. E. IV, 6] Πλεῖστα δὲ οὑτος καταλέλοιπεν ἡμῖν πεπαιδευμένης διανοίας καὶ περὶ τὰ θεῖα ἐσπουδακυίας ὑπομνήματα , πάσης ὠφελείας ἔμπλεα, ἐφ’ ἃ τοὺς φιλομαθεῖς ἀναπέμψομεν , τὰ εἰς ἡμετέραν γνῶσιν ἐλθόντα χρησίμως παρασημηνάμενοι.
ὁ μέν τίς ἐστιν αὐτῷ λόγος πρὸς Ἀντωνῖνον τὸν Εὐσεβῆ προσαγορευθέντα καὶ τοὺς τούτου παῖδας τήν τε ῾Ρωμαίων σύγκλητον προσφωνητικὸς ὑπὲρ τῶν
καὶ ἄλλος ὁ πρὸς Ἕλληνας, ἐν ᾧ μακρὸν περὶ πλείστων παρ᾿ ἡμῖν τε καὶ τοῖς Ἑλλήνων φιλοσόφοις ζητουμένων κατατείνας λόγον περὶ τῆς τῶν δαιμόνων διαλαμβάνει φύσεως· ἃ οὐδὲν ἂν ἐπείγοι τὰ νῦν παρατίθεσθαι.
καὶ αὖθις ἕτερον πρὸς Ἕλληνας εἰς ἡμᾶς ἐλήλυθεν αὐτοῦ σύγγραμμα, ὃ καὶ ἐπέγραψεν ἔλεγχον. καὶ παρὰ τούτους ἄλλο περὶ θεοῦ μοναρχίας, ἣν οὐ μόνον ἐκ τῶν παρ᾿ ἡμῖν γραφῶν, ἀλλὰ καὶ ἐκ τῶν Ἑλληνικῶν συνίστησι βιβλίων.