Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
‘κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆναι, κἂν ξύλῳ ἐντιναγῆναι , ἢ κἂν ὑπὸ “Κρίσκεντος τοῦ ἀφιλοσόφου ἢ καὶ φιλοκόμπου. οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τ ν ἄνδρα, ὅς γε περὶ ὧν μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν πεπλανημένως τοῦτο πράττων.
εἴτε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι [*](20 Iustin. Apol. II c. 3.)
καὶ γὰρ προ θέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς “τοιαύτας μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπί- “σταται, εἰδέναι ὑμὰς βούλομαι. καὶ ὅτι ἀληθῆ λέγω, “εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ’ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ’ ἂν καὶ τοῦτο ἔργον εἴη.
εἰ δὲ καὶ “ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτήσεις μου καὶ αἱ ἐκείνου “ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται · ἢ εἰ ἐπίσταται , διὰ τοὺς ἀκούον- “οντας δὲ οὐ τολμᾷ λέγειν, ὡς πρότερον ἔφην, οὐ “ φιλόσοφος , ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται , ὅς γε “μηδὲ τὸ Σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ.” ταῦτα μὲν οὖν ὁ Ἰουστῖνος.
ὅτι δὲ κατὰ τὴν αὐτοῦ πρόρρησιν πρὸς τοῦ Κρίσκεντος συσκευασθεὶς ἐτελειώθη, Τατιανὸς ἀνὴρ τὸν πρῶτον αὐτοῦ βίον σοφιστεύσας ἐν τοῖς Ἑλλήνων μαθήμασι, καὶ δόξαν οὐ σμικρὰν ἐν αὐτοῖς ἀπενηνεγμένος, πλεῖστά τε συγγράμμασιν αὐτοῦ καταλιπὼν μνημεῖα, έν τῷ πρὸς Ἕλληνας ἱστορεῖ λέγων ὧδέ πως “ καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρ- “θῶς ἐξεφώνησεν ἐοικέναι τοὺς προειρημένους λῃσταῖς.”
εἶτ’ ἐπειπών τινα περὶ τῶν φιλοσόφων ἐπιλέγει ταῦτα “Κρίσκης γοῦν, ὁ ἐννεοττεύσας τῇ “μεγάλῃ πόλει, παιδεραστίᾳ μὲν πάντας ὑπερήνεγκε, [*](25 Tatian. or. ad Graec. c. 18 et 19.)
θανάτου δὲ “ὁ καταφρονεῖν συμβουλεύων οὕτως αὐτὸς ἐδεδίει “τὸν θάνατον ὡς καὶ Ἰουστῖνον καθάπερ μεγάλῳ “ κακῷ τῷ θανάτῳ περιβαλεῖν πραγματεύσασθαι, διότι κηρύττων τὴν ἀλήθειαν λίχνους τοὺς φιλοσόφους “ καὶ ἀπατεῶνας ἐξήλεγχεν.’’ καὶ τὸ μὲν κατὰ ’Ιουστῖνον μαρτύριον τοιαύτην εἴληχε τὴν αἰτίαν.
[Nic. H. E. III, 33] Ὁ δ’ αὐτὸς ἀνὴρ πρὸ τοῦ κατ’ αὐτὸν ἀγῶνος ἑτέρων πρὸ αὐτοῦ μαρτυρησάντων ἐν τῇ προτέρᾳ αὐτοῦ μνημονεύει ἀπολογίᾳ, χρησίμως τῇ ὑποθέσει καὶ ταῦτα ἱστορῶν.
γράφει δὲ ὧδε “ γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. ἐπειδὴ δὲ τὰ “τοῦ Χριστοῦ διδάγματα ἔγνω, ἐσωφρονίσθη, καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο , τὰ δι- “δάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σω- “φρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν “αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα.
ὁ δὲ ταῖς “ αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. ἀσεβὲς γὰρ ἡγουμένη “ τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι ἀνδρὶ παρὰ “ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους “ ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι τῆς συζυ- “γίας χωρισθῆναι ἐβουλήθη.