Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. III, 25] Τούτου δὲ τὸ χρεὼν μετὰ πρῶτον καὶ εἰκοστὸν ἔτος ἐκτίσαντος Ἀντωνῖνος ὁ κληθεὶς Εὐσεβὴς τὴν Ῥωμαίων ἀρχὴν διαδέχεται. τούτου δὲ ἐν ἔτει πρώτῳ Τελεσφόρου τὸν βίον ἑνδεκάτῳ τῆς λειτουργίας ἐνιαυτῷ μεταλλάξαντος ῾Υγῖνος τὸν κλῆρον τῆς Ῥωμαίων ἐπισκοπῆς παραλαμβάνει. ἱστορεῖ γε μὴν ὁ Εἰρηναῖος τὸν Τελεσφόρον μαρτυρίῳ τὴν τελευτὴν διαπρέψαι, δηλῶν ἐν ταὐτῷ, κατὰ τὸν δηλούμενον Ῥωμαίων ἐπίσκοπον ῾Υγῖνον Οὐαλεντῖνον ἰδίας αἱρέσεως εἰσηγητὴν , καὶ Κέρδωνα τῆς κατὰ Μαρκίωνα πλάνης ἀρχηγὸν ἐπὶ τῆς ῾Ρώμης ἄμφω γνωρίζεσθαι. γράφει δὲ οὕτως·
[Nic. H. E. ΙΙΙ, 4]. “ Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς ῾Ρώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου, καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτω διετέλεσε, ποτὲ μὲν λαθροδι- ῾δασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος , ποτὲ δὲ ἐλεγχόμενος ἐφ’ οἷς ἐδίδασκε κακῶς, καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. ” ταῦτα δέ φησιν ἐν τρίτῳ τῶν πρὸς τὰς αἱρέσεις.
ἔν γε μὴν τῷ πρώτῳ αὐθις περὶ τοῦ Κέρδωνος ταῦτα διέξεισι “ Κέρδων δέ τις ἀπὸ τῶν περὶ τὸν Σίμωνα τὰς ἀφορμὰς λαβὼν, καὶ ἐπιδημήσας εἰς τὴν ῾Ρώμην ἐπὶ [*](12 Iren. III, 3, 3. p. 176. 18 Iren. III, 4, 3. p. 178. 29 Iren. 1, 27, 1. p. 105.)