Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
[Nic. H. E. II, 18] Ἐπὶ τούτοις ἅπασιν ἄξιον μηδ᾿ αὐτὸν τὸν Ἰώσηπον, τοσαῦτα τῇ μετὰ χεῖρας συμβεβλημένον ἱστορίᾳ, ὁπόθεν τε καὶ ἀφ᾿ οἵου γένους ὡρμᾶτο ἀγνοεῖν. δηλοῖ δὲ πάλιν αὐτὸς καὶ τοῦτο λέγων ὧδε “Ἰώσηπος Ματταθίου παῖς, ἐξ Ἱεροσολύμων ἱερεὺς, αὐτός τε ῾Ρωμαίους πολεμήσας τὰ πρῶτα καὶ τοῖς ὕστερον παρατυχὼν ἐξ ἀνάγκης.”
μάλιστα δὲ τῶν κατ᾿ ἐκεῖνο καιροῦ Ἰουδαίων παρὰ μόνοις τοῖς ὁμοεθνέσιν, ἀλλὰ καὶ παρὰ ῾Ρωμαίοις γέγονεν ἀνὴρ ἐπιδοξότατος, ὡς αὐτὸν μὲν ἀναθέσει ἀνδριάντος ἐπὶ ῾Ρωμαίωντιμηθῆναι πόλεως, τοὺς δὲ σπουδασθέντας αὐτῷ λόγους βιβλιοθήκρας [*](5 Ioseph. B. I. VI, 5, 4. 12 Ps. 2, 8. 15 Ps. 18 (19), 5. 22 B. I. Prooem. I.)
οὗτος δὴ πᾶσαν τὴν Ἰουδϊκῆν ἀρχαιολογίαν ἐν ὅλοις εἴκοσι καταβέβληται συγγράμμασι, τὴν δ’ ἱστορίαν τοῦ κατ’ αὐτὸν Ἰουδαϊκοῦ πολέμου ἐν ἑπτὰ, ἃ οὐ μόνον τῇ Ἑλλήνων, ἀλλὰ καὶ τῇ τατρίῳ φωνῇ παραδοῦναι αὐτὸς ἑαυτῷ μαρτυρεῖ, ἄξιός γε ὢν διὰ τὰ λοιπὰ πιστεύεσθαι.
καὶ ἕτερα δὲ αὐτοῦ φέρεται σπουδῆς ἄξια δύο, τὰ περὶ τῆς Ἰουδαίων ἀρχαιότητος, ἐν οἷς καὶ ἀντιρρήσεις πρὸς Ἀπίωνα τὸν γραμματικὸν κατὰ Ἰουδαίων τηνικάδε συντάξαντα λόγον πεποίηται καὶ πρὸς ἄλλους, οἳ διαβάλλειν καὶ αὐτοὶ τὰ πάτρια τοὐ Ἰουδαίων ἔθνους ἐπειράθησαν.
τούτων ἐν τῷ προτέρῳ τὸν ἀριθμὸν τῆς λεγομένης παλαιᾶς τῶν ἐνδιαθήκων γραφῶν τίθησι, τίνα τὰ παρ’ Ἑβραίοις ἀναντίρρητα, ὡσὰν ἐξ ἀρχαίας παραδόσεως, αὐτοῖς ῥήμασι διὰ τούτων διδάσκων·
“Οὐ μυριάδες οὖν βιβλίων εἰσὶ παρ’ ἡμῖν “ἀσυμφώνων καὶ μαχομένων, δύο δὲ μόνα πρὸς τοῖς “εἴκοσι βιβλία, τοῦ παντὸς ἔχοντα χρόνου τὴν ἀναγραφὴν, τὰ δικαίως θεῖα πεπιστευμένα.
καὶ τού- ‘των πέντε μέν ἐστι τὰ Μωυσέως, ἃ τούς τε νόμους “περιέχει καὶ τὴν τῆς ἀνθρωπογονίας παράδοσιν, ‘μέχρι τῆς αὐτοῦ τελευτῆς. οὗτος ὁ χρόνος ἀπολείπει ‘τρισχιλίων ὀλίγῳ ἐτῶν.
ἀπὸ δὲ τῆς Μωυσέως ‘τελευτῆς μέχρι τῆς Ἀρταξέρξου τοῦ μετὰ Ξέρξην Περσῶν βασιλέως οἱ μετὰ Μωυσῆν προφῆται τὰ κατ’ αὐτοὺς πραχθέντα συνέγραψαν ἐν τρισὶ καὶ δέκα βιβλίοις. αἶ δὲ λοιπαὶ τέσσαρες ὕμνους εἰς τὸν θεὸν καὶ τοῖς ἀνθρώποις ὑποθήκας τοῦ βίου περιέχουσιν.
ἀπὸ δὲ Ἀρταξέρξου μέχρι τοῦ καθ’ ἡμᾶς χρόνου ‘γέγραπται μὲν ἕκαστα, πίστεως δ’ οὐχ ὁμοίας ἠξί- [*](16 loseph. c. Apion. I, 8.)
δῆλον δ᾿ ἐστὶν ἔργῳ πῶς “ἡμεῖς πρόσιμεν τοῖς ἰδίοις γράμμασι. τοσούτου γὰρ αἰ- “ῶνος ἤδη παρωχηκότος οὔτε προσθεῖναί οὔτε ἀφε- “λεῖν ἀπ᾿ αὐτῶν οὔτε μεταθεῖναι τετόλμηκε, πᾶσι δὲ “σύμφυτόν ἐστιν εὐθὺς ἐκ πρώης γενέσεως Ἰουδαίοις “τὸ νομίζειν αὐτὰ θεοῦ δόγματα, καὶ τούτοις ἐπιμένειν, “καὶ ὑπὲρ αὐτῶν, εἰ δέοι, θνήσκειν ἡδέως.”
καὶ ταῦτα δὲ τοῦ συγγραφέως χρησίμως ὧδε παρατεθείσθω. πεπόνηται δὲ καὶ ἄλλο οὐκ ἀγεννὲς σπούδασμα τῷ ἀνδρὶ περὶ αὐτοκράτορος λογισμοῦ, ὅ τινες Μακκαβαϊκὸν ἐπέγραψαν, τῷ τοὺς ἀγῶνας τῶν ἐν τοῖς οὕτω καλουμένοις Μακκαβαϊκοῖς συγγράμμασιν ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἀνδρισαμένων Ἑβραίων περιέχειν.