Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τὸ “δὲ τούτων φοβερώτερον · Ἰησοῦς γάρ τις υἱὸς Ἀνα- ‘νίου, τῶν ἰδιωτῶν ἄγροικος, πρὸ τεσσάρων ἐτῶν τοῦ πολέμου, τὰ μάλιστα τῆς πόλεως εἰρηνευομένης καὶ “εὐθηνούσης, ἐλθὼν ἐπὶ τὴν ἑορτὴν, ἐν ᾗ σκηνοποιεῖ- ‘σθαι πάντας ἔθος ἦν τῷ θεῷ, κατὰ τὸ ἱερὸν ἐξαπίνης “ἀναβοᾶν ἤρξατο ‘φωνὴ ἀπ’ ἀνατολῆς, φωνὴ ἀπὸ δύ- ‘σεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ Ἱεροσόλυμα καὶ τὸν ναὸν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμ- ‘φας, φωνὴ ἐπὶ πάντα τὸν λαόν.’ τοῦτο μεθ’ ἡμέραν καὶ ‘νύκτωρ κατὰ πάντας τοὺς στενωποὺς περιῄει κεκρα- “γώς.

τῶν δ’ ἐπισήμων τινὲς δημοτῶν ἀγανακτήσαντες πρὸς τὸ κακόφημον συλλαμβάνουσι τὸν ἄνθρωπον καὶ πολλαῖς αἰκίζονται πληγαῖς. ὁ δὲ οὔθ’ ὑπὲρ ἑαυτοῦ φθεγξάμενος οὔτε ἰδίᾳ πρὸς τοὺς παρόντας ἃς καὶ πρότερον φωνὰς βοῶν διετέλει.

νομίσαντες δ’ οἱ ἄρχοντες, ὅπερ ἦν, δαιμονιώτερον εἶναι κίνημα τἀνδρὸς ἄγουσιν αὐτὸν ἐπὶ τὸν παρὰ Ῥωμαίοις ἔπαρχον· ἔνθα μάστιξι μέχρις ὀστέων ξαινό-

v.4.p.100
“μενος οὔθ᾿ ἱκέτευσεν οὔτ᾿ ἐδάκρυσεν, ἀλλ᾿ ὡς ἐνῆν “μάλιστα τὴν φωνὴν ὀλοφυρτικῶς παρεγκλίνων πρὸς “ἑκάστην ἀπεκρίνατο πληγὴν, αἰαῖ Ἱεροσολύμοις.”

ἕτερον δέ τι τούτου παραδοξότερον ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς χρησμόν τινα φάσκων ἐν ἱεροῖς γράμμασιν ηὑρῆσθαι περιέχοντα ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς χώρας τις αὐτῶν ἄρξει τῆς οἰκουμένης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανὸν πεπληρῶσθαι ἐξείληφεν·

ἀλλ᾿ οὐχ ἁπάσης γε οὗτος ἢ μόνης ἦρξεν τῆς ὑπὸ ῾Ρωμαίους· δικαιότερον δ᾿ ἂν ἐπὶ τὸν χριστὸν ἀναχθείη, πρὸς ὃν εἴρητο ὑπὸ τοῦ πατρὸς “αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.” οὗ δὴ κατ᾿ αὐτὸ δὴ ἐκεῖνο τοῦ καιροῦ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ἀυτῶν.