Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

τῶν δὲ λοιπῶν ἀκολούθο τοῦ Παύλου Κρίσκης μὲν ἐπὶ τὰς Γαλλίας στειλάμει [*](23 Luc. 1, 3. 28 Rom. 2, 16. 2. Tim. 2, 8.)

v.4.p.87
ὑπ’ αὐτοῦ μαρτυρεῖται, Λίνος δὲ, οὗ μέμνηται συν- όντος ἐπὶ Ῥώμης αὐτῷ κατὰ τὴν δευτέραν πρὸς Τιμόθεον ἐπιστολὴν , πρῶτος μετὰ Πέτρον τῆς Ῥωμαίων ἐκκλησίας τὴν ἐπισκοπὴν ἤδη πρότερον κληρωθεὶς δεδήλωται.

ἀλλὰ καὶ ὁ Κλήμης τῆς Ῥωμαίων καὶ αὐτὸς ἐκκλησίας τρίτος ἐπίσκοπος καταστὰς Παύλου συνεργὸς καὶ συναθλητὴς γεγονέναι πρὸς αὐτοῦ μαρτυρεῖται.

ἐπὶ τούτοις καὶ τὸν Ἀρεοπαγίτην ἐκεῖνον , Διονύσιος ὄνομα αὐτῷ, ὃν ἐν Πράξεσι μετὰ τὴν ἐν Ἀρείῳ πάγῳ πρὸς Ἀθηναίους Παύλου δημηγορίαν πρῶτον πιστεῦσαι ἀνέγραψεν ὁ Λουκᾶς) τῆς ἐν Ἀθήναις ἐκκλησίας πρῶτον ἐπίσκοπον ἀρχαίων τις ἕτερος Διονύσιος τῆς Κορινθίων παροικίας ποιμὴν ἱστορεῖ γεγονέναι.

ἀλλὰ γὰρ ὁδῷ προβαίνουσιν ἐπὶ καιροῦ τὰ τῆς κατὰ χρ·όνους τῶν ἀποστό λῶν διαδοχῆς ἡμῖν εἰρήσεται. νῦν δὲ ἐπὶ τὰ ἐξῆς ἴωμεν τῆς ἱστορίας.

[Nic. H. E. III, 8] Μετὰ Νέρωνα δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα τῶν ἀμφὶ Γάλβαν καὶ Ὄθωνα ἐνιαυτὸν ἐπὶ μησὶν ἕξ διαγενομένων Οὐεσπασιανὸς, ταῖς κατὰ Ἰουδαίων παρατὰξεσι λαμπρυνόμενος, βασιλεὺς ἐπ’ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας , αὐτοκράτωρ πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. τὴν ἐπὶ Ῥώμης οὖν αὐτίκα στειλάμενος Τίτῳ τῷ παιδὶ τὸν κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον.

μετά γε μὴν τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν Ἰουδαίων πρὸς τῷ κατ’ αὐτοῦ τολμήματι ἤδη καὶ κατὰ τῶν ἀποστόλων αὐτοῦ πλείστας ὅσας ἐπιβουλὰς μεμηχανημένων , πρώτου τε Στεφάνου λίθοις ὑπ’ αὐτῶν ἀνῃρημένου , εἶτα δὲ μετ’ αὐ- [*](1 2. Tim. 4, 10. 8 Philipp. 4, 3. 9 Act. 17, 34.)

v.4.p.88
τὸν Ἰακώβου, ὃς ἦν Ζεβεδαίου μὲν παῖς, ἀδελφὸς δὲ Ἰωάννου, τὴν κεφαλὴν ἀποτμηθέντος, ἐπὶ πᾶσί τε Ἰακώβου, τοῦ τὸν αύτόθι τῆς ἐπισκοπῆς θρόνον πρώτου μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν κεκληρωμένου, τὸν προδηλωθέντα τρόπον μεταλλάξαντος, τῶν τε λοιπῶν ἀποστόλων μυρία εἰς θάνατον ἐπιβεβουλευμένων, καὶ τῆς μὲν Ἰουδαίας γῆς ἀπεληλαμένων, ἐπὶ δὲ τῇ τοῦ κηρύγματος διδασκαλίᾳ τὴν εἰς σύμπαντα τὰ ἔθνη στειλαμένων πορείαν σὺν δυνάμει τοῦ Χριστοῦ φήσαντος αὐτοῖς “πορευθέντες μαθητεύ- “σατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,”

οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατά τινα χρησμὸν τοῖς αὐτόθι δοκίμοις δι᾿ ἀποκαλύψεως δοθέντα πρὸ τοῦ πολέμου μεταναστῆναι τῆς πόλεως καί τινα τῆς Περαίας πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομάζουσιν, ἐν ᾗ τῶν εἰς Χριστὸν πεπιστευκότων ἀπὸ τῆς Ἱερουσαλὴμ μετῳκισμένων, ὡσὰν παντελῶς ἐπιλελοιπότων ἀγίων ἀνδρῶν αὐτήν τε τὴν Ἰουδαίων βασιλικὴν μητρόπολιν καὶ σύμπασαν τὴν Ἰουδαίαν γῆν, ἡ ἐκ θεοῦ δίκη λοιπὸν αὐτοὺς ἅτε τοσαῦτα εἴς τε τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους αὐτοῦ παρηνομηκότας μετῄει, τῶν ἀσεβῶν ἄρδην τὴν γενεὰν αὐτὴν ἐκείνην ἐξ ἀνθρώπων ἀφανίζουσα.